<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="16"><p>καὶ εἴ γε μὴ διὰ τῶν προτέρων ἐτύγχανον ἕκαστα διεξεληλυθὼς
τῶν εἰς ἀτυφίαν, ἐπειρώμην ἂν ἀπομηκύνειν ἐν τῷ παρόντι συνυφαίνων
καὶ συνείρων τὰ δοκοῦντα σποράδην κεῖσθαι ἐν τόποις διαφέρουσιν·
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="17"><p>εἰρηκὼς δ’ ὅσα καιρὸς παλιλλογεῖν οὐ δικαιῶ. τοὺς μέντοι μὴ ἀποκνοῦντας <lb n="15"/>
 ἀλλὰ διὰ σπουδῆς τιθεμένους ἐντυγχάνειν ταῖς πρὸ τούτων βίβλοις
δεῖ νοῆσαι, ὅτι πάντα τὰ περὶ ἀτυφίας λεχθέντα σχεδόν ἐστι περὶ ἀνδρείας,
ἐπειδήπερ εὐτόνου καὶ γενναίας καὶ σφόδρα νενευρωμένης ψυχῆς ἐστι
καταφρονῆσαι πάντων ὅσα τῦφος εἴωθε σεμνοποιεῖν ἐπὶ διαφθορᾷ τοῦ
πρὸς ἀλήθειαν βίου.</p><lb n="20"/><note xml:lang="mul" type="footnote"><lb/>1 ἐστὶν S ἐπιθυμίαν] ἐπιμυθίαν L (Turn.)
<lb/>3 ἐστὶ τῆς ὑγείας trausp. Α, τῆς ὑγείας otn. M ὑγίας Ε, ὑγιείας F εὐφροσύνη Α
<lb/>4 σωτηρία G 
<lb/>5 φορᾶς VOKFH-: φθοράς ceteri ὑποβρύχιον VOF: βρύχιον ceteri (v) 
<lb/>6 ἀλλὰ SAG: ἀλλ’ ceteri ψυχοῦσα B-MGH: ψύχουσα ceteri
<lb/>7 ἀθανατίζουσα BEKM πάντα VOF: πᾶν SB1EGH1P, πάντων B2KMAH2 τὰ εἰρημένα V2OF: τούτων Α, τῶν εἰρημένων ceteri 7.8 ὑφυγήσεις εἰσὶν S
<lb/>9 εὐπαθεῖς S δὲ SMFG: δ’ ceteri εὐπειθεστέρους M
<lb/>10 τὸ σῶμα VOKHP (v), τῶν σῶμα F τῶν ἐκτὸς VOF ἓν μὲν οὑν τέλειον Α 10.
<lb/>11 ἡγουμένους Β2KMV2OF (coni. Maug.): ἡγούμενοι SB1EV1H1P, ἡγούμεναι Η2 (v), ἡγούμενον G. ἡγούμεθα Α
<lb/>11 τὸ . . . βιοῦν codd.: τὸν . . . βίον v τἄλλα FG ἀγωγὰ] ἀγαθὰ A
<lb/>12 τοῦτο Κ (conieceram): τούτοις VOFA, τούτους ceteri (τοῦτον ν) καὶ SGH: κἂν ceteri μὴ post προτέρων transp. Α πρότερον GHP (v)
<lb/>13 εἰς SA: ἐς ceteri (v) ἐπιρώμην S1, ἐπὶ ῥώμην G1 
<lb/>14 ἐν τόποις om. M
<lb/>15 εἰρηκὼς] εἰρηνικῶς M δέ F ὅσα καιρὸς SVG: ὅσα
<lb/>6 καιρὸς ἀπῄτει V-OF, ὅσα δίδωσιν
<lb/>6 καιρὸς ceteri (v) δικαιῶν S δικαιῶ corr. Mang.): δίκαιον ceteri μὴ om. F
<lb/>16 τιθεμένοις
<lb/>16 τιθεμένων S τούτου Α; ταύτης conicio
<lb/>17 δεῖ νοῆσαι v: νοῆσαι δεῖ G, ἔστι νοῆσαι Ap2, νοῆσαι (om. δεῖ) ceteri ἀνδρίας AEFG
<lb/>18 ἐπειδὴ M
<lb/>19 ἐπὶ διαφορᾶ AK, ἐπειδὴ ἄφθορα G</note><note xml:lang="mul" type="footnote"><lb/>4 Plat. Gralyl. 411e σωφροσύνη δὲ σιυτηρία οὗ νῦν δὴ ἐσκέμμεθα, φρονψσεως.</note><pb n="v.5.p.271"/></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="18"><p><milestone unit="altref" n="4"/> Τοσαύτη δέ τίς ἐστι τῷ νόμῳ σπουδὴ καὶ φιλοτιμία περὶ τοῦ γυμνάσαι καὶ συγκροτῆσαι ψυχὴν πρὸς ἀνδρείαν, ὥστε καὶ περὶ ἐσθημάτων
ὁποῖα ἐχρῆν ἀμπέχεσθαι διετάξατο ἀπειπὼν ἀνὰ κράτος ἀνδρὶ γυναικὸς
ἀμπεχόνην ἀναλαμβάνειν, ἕνεκα τοῦ μηδὲν ἴχνος ἢ σκιὰν αὐτὸ μόνον
<lb n="5"/> τοῦ θήλεος ἐπὶ λύμῃ τῆς ἄρσενος γενεᾶς προσάψασθαι· βούλεται γὰρ
ἑπόμενος ἀεὶ τῇ φύσει τὰ οἰκεῖα καὶ συνῳδὰ ἀλλήλοις ἄχρι τῶν ἐσχάτων
καὶ δι’ εὐτέλειαν ἀφανεστέρων εἶναι δοκούντων νομοθετεῖν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="19"><p>ἐπειδὴ γὰρ τύπους σωμάτων ἑώρα καθάπερ ἐπὶ πλάτους χαραχθέντας ἀνομοίους
ἀνδρός τε αὖ καὶ γυναικὸς καὶ βίον ἑκατέρῳ τῶν εἰδῶν οὐ τὸν αὐτὸν
<lb n="10"/> ἀπονεμηθέντα—τῷ μὲν γὰρ ὁ κατοικίδιος, τῷ δ’ ὁ πολιτικὸς προσκεκλήρωται
—, κἀν τοῖς ἄλλοις ὅσα μὴ φύσεως μὲν ἔργα ἦν, φύσει δὲ
ἀκόλουθα γνώμης ἀγαθῆς εὑρήματα, συμφέρον ἔκρινε διατάξασθαι· ταῦτα
δ’ ἦν τὰ περὶ δίαιταν καὶ ἀμπεχόνην καὶ εἴ τι ὁμοιότροπον.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg025.1st1K-grc1" subtype="section" n="20"><p>ἠρρενῶσθαι γὰρ τόν γε πρὸς ἀλήθειαν ἄνδρα κἀν τούτοις ἠξίωσε καὶ μάλιστα ἐν
<lb n="15"/> ἐσθήμασιν, ἃ ἐπιφερόμενος ἀεὶ μεθ’ ἡμέραν τε καὶ νύκτωρ ὀφείλει
μηδὲν ἔχειν ἀνανδρίας ὑπόμνημα.</p></div></div></body></text></TEI>