τὸ γὰρ πρᾶγμα οὐ μικρόν, εἰ καὶ τῷ ἔθει καταφρονεῖται. μαρτυρία γάρ ἐστι θεοῦ περὶ πραγμάτων ἀμφισβητουμένων ὅρκος· μάρτυρα δὲ καλεῖν ἐπὶ ψεύδει θεὸν ἀνοσιώτατον. ἴθι γάρ, εἰ βούλει, τῷ λόγῳ διάκυψον εἰς τὴν τοῦ μέλλοντος ὀμνύναι διάνοιαν ἐπὶ ψεύδει· θεάσῃ γὰρ αὐτὴν οὐκ ἠρεμοῦσαν, ἀλλὰ θορύβου καὶ ταραχῆς μεστήν, κατηγορουμένην καὶ πάσας ὕβρεις καὶ βλασφημίας ὑπομένουσαν. ὁ γὰρ ἑκάστῃ ψυχῇ συμπεφυκὼς καὶ συνοικῶν ἔλεγχος, οὐδὲν εἰωθὼς παραδέχεσθαι τῶν ὑπαιτίων, μισοπονήρῳ καὶ φιλαρέτῳ χρώμενος ἀεὶ τῇ φύσει, κατήγορος ὁμοῦ καὶ δικαστὴς ὁ αὐτὸς ὤν, διακινηθεὶς ὡς μὲν κατήγορος αἰτιᾶται, κατηγορεῖ, δυσωπεῖ, πάλιν δ’ ὡς δικαστὴς διδάσκει, νουθετεῖ, παραινεῖ 1 διαμαρτίαι Γ’, αἱ ἁμαρτίαι D δὴ] δὲ M, om. D 2 τὸ ἀνομολόγητον καὶ ἀκατονόμαστον τοῦ θεοῦ καὶ οὕτως ἀληθεύειν ἐφ’ ἑκάστω ὡς D δεδιγμένη AP1F1; δεδιδαγμένον voluit Mang. 4 ἀπιστίαν] ἀδικίαν M μελητὴς FH οὑν om. Arm ἔσται L (Turn.) post ἔστω add. πᾶς D 5 εἰ δέχοιτο G ὑπερθέσεσιν ex ὑποσχέσεσιν corr. Η 6 ἀναγκάζοιτο D περισκέπτεσθαι M 7 τὸ M: ἔστι ceteri (Turn.) εἰ καὶ τῷ] ὄντως D 8 ὁ ὅρκος APD Antou. Mel. 9 τὸν θεὸν Anton. Mel. ἴθι] ἴσθι ARH1 γὰρ] οὖν Arm διάκυψον GH: καὶ διάκυψον ceteri 11 οὐχ ἠρεμοῦσαν M 13 συμπεφυκὼς καὶ συνοικῶν M Arm : συνοικῶν καὶ συμπεφυκὼς ceteri συμπεφυκὼς] συμβεβηκὼς ’’ καὶ συνοικῶν om. DP συνειδήσεως ἔλεγχος coni. 14 ἀεὶ MGD: αἰεὶ ceteri καὶ κατήγορος Dp 15 ὁμοῦ] ἐμοῦ Α ὁ αὐτὸς om. AP (ss. P2) 16 καὶ κατηγορεῖ ἡμῶν καὶ δυσωπεῖ DP δὲ D παραινεῖ om. DP μεταβάλλεσθαι· κἂν μὲν ἰσχύσῃ πεῖσαι, γεγηθὼς καταλλάττεται, μὴ δυνηθεὶς δὲ ἀσπονδεὶ πολεμεῖ μήτε μεθ’ ἡμέραν μήτε νύκτωρ ἀφιστάμενος, ἀλλὰ κεντῶν καὶ τιτρώσκων ἀνίατα, μέχρις ἂν τὴν ἀθλίαν καὶ ἐπάρατον ζωὴν ἀπορρήξῃ. τί λέγεις, εἴποιμ’ ἂν πρὸς τὸν ἐπίορκον, τολμήσεις τινὶ τῶν σεαυτοῦ γνωρίμων φάναι προσελθών· ὦ οὗτος, ἃ μήτ’ εἶδες μήτ’ ἤκουσας, ὡς ἰδών, ὡς ἀκούσας, ὡς παρηκολουθηκὼς ἅπασιν, ἀφικόμενός μοι μαρτύρησον; ἐγὼ μέν γε οὐκ οἶμαι· μανίας γὰρ ἀθεραπεύτου τὸ ἔργον. ἐπεὶ τίσιν ὀφθαλμοῖς νήφων καὶ ἐν σεαυτῷ δοκῶν εἶναι προσιδὼν τὸν φίλον ἐρεῖς· διὰ τὴν ἑταιρίαν ἀδικοπράγει, παρανόμει, συνασέβει μοι; δῆλον γὰρ ὡς, εἰ ταῦτ’ ἀκούσαι, πολλὰ χαίρειν φράσας ἑταιρίᾳ τῇ νομιζομένῃ καὶ κακίσας αὑτόν, ὅτι τὴν ἀρχὴν ἀνδρὶ τοιούτῳ φιλίας ἐκοινώνησεν, ἀποπηδήσεται καθάπερ ἀπὸ θηρὸς ἀγριαίνοντος καὶ λελυττηκότος. εἶτα, πρὸς ἃ μηδὲ φίλον ἄγειν τολμήσεις, ἐπὶ ταῦτα θεὸν μάρτυρα καλῶν οὐκ ἐρυθριᾷς, τὸν πατέρα καὶ ἡγεμόνα τοῦ κόσμου; πότερον ἐπιστάμενος, ὅτι πάνθ’ ὁρᾷ καὶ πάντων ἀκούει, ἢ τοῦτ’ ἀγνοῶν;