<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="76"><p> ποτε τὰς φύσεις ἀπεύξαιντ’ ἂν γενέσθαι. <milestone unit="altref" n="16"/> μηδεὶς οὖν τῶν ἐχόντων
ψυχὴν ἀψύχῳ τινὶ προσκυνείτω· πάνυ γὰρ τῶν ἀτόπων ἐστὶ τὰ φύσεως
ἔργα πρὸς θεραπείαν τετράφθαι τῶν χειροκμήτων. Αἰγυπτίοις δ’ οὐ <lb n="5"/>
μόνον τὸ κοινὸν ἔγκλημα χώρας ἁπάσης, ἀλλὰ καὶ ἕτερον ἐξαίρετον
ἐπάγεται δεόντως· πρὸς γὰρ ξοάνοις καὶ ἀγάλμασιν ἔτι καὶ ζῷα ἄλογα
παραγηόχασιν εἰς θεῶν τιμάς, ταύρους καὶ κριοὺς καὶ τράγους, ἐφ’
 ἑκάστῳ μυθικόν τι πλάσμα τετερατευμένοι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="77"><p>καὶ ταῦτα μὲν ἴσως ἔχει
τινὰ λόγον, ἡμερώτατα γὰρ καὶ ὠφελιμώτατα τῷ βίῳ· ἀροτὴρ ὁ βοὺς <lb n="10"/>
αὔλακας ἀνατέμνει καιρῷ σπορᾶς, ἀλοῆσαι πάλιν, ὅταν δέῃ τὸν καρπὸν
καθαίρεσθαι, δυνατώτατος· ὁ κριὸς τὸ κάλλιστον τῶν σκεπασμάτων,
ἐσθῆτα, παρέχει· γυμνὰ γὰρ ἂν τὰ σώματα διεφθείρετο ῥᾳδίως, ἢ διὰ
θάλπος ἢ διὰ κρύος ἄμετρον, τοτὲ μὲν τῷ ἀφ’ ἡλίου φλογμῷ, τοτὲ δὲ
 τῇ ἀπ’ ἀέρος περιψύξει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="78"><p>νυνὶ δὲ προσυπερβάλλοντες καὶ τῶν ἀνημέρων <lb n="15"/>
τὰ ἀγριώτατα καὶ ἀτιθασώτατα, λέοντας καὶ κροκοδείλους καὶ ἑρπετῶν τὴν
ἰοβόλον ἀσπίδα, γεραίρουσιν ἱεροῖς καὶ τεμένεσι θυσίαις τε καὶ πανηγύρεσι
καὶ πομπαῖς καὶ τοῖς παραπλησίοις· ἀφ’ ἑκατέρου γὰρ τῶν εἰς χρῆσιν
δοθέντων <milestone unit="altpage1" n="p. 194 M."/>  ἀνθρώποις ὑπὸ θεοῦ, γῆς καὶ ὕδατος, διερευνησάμενοι τὰ
ἀγριώτατα οὔτε <add>τῶν</add> χερσαίων λέοντος θηριωδέστερον ἀνεῦρον οὔτε <lb n="20"/>
 κροκοδείλου τῶν ἐνύδρων ἀγριώτερον, ἃ σέβουσι καὶ τιμῶσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="79"><p>πολλὰ
μέντοι καὶ ἄλλα ζῷα, κύνας, αἰλούρους, λύκους, καὶ πτηνὰ ἴβιδας καὶ
ἱέρακας, καὶ πάλιν ἰχθύων ἢ ὅλα τὰ σώματα ἢ μέρη τούτων ἐκτεθειώκασιν·
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀντικατηγοροῦντες FH1, ἀντὶ κατηγορίας M; ἀντικακηγοροῦντας coni. Mang. 
<lb/>2 ἀνθρώπους M 2.
<lb/>3 ὅμοιοί ποτε M: ποτε post ἄν (3) transp. FGH mg. P2, om. AP 
<lb/>3 ἀπεύξαιντο M, ἀπεύξαιτ’ H
<lb/>4 τινὶ] ποτὲ M φύσεως] τῆς φύσεως H (v) 
<lb/>5 χειροτμήτων M Αἰγυπτίοις scripsi: αἰγυπτίων M Arm, αἰγύπτω ceteri (v) δ’ om. Arm
<lb/>9 τι M Arm: om. ceteri τερατευσάμενοι M
<lb/>10 τῶ βίω M: βίω ceteri (v) post ἀροτὴρ add. γὰρ Arm
<lb/>11 ἀνατέμνειν APF καιρῶ σπορᾶς M Arm: καὶ τὰς σπορὰς ceteri; εἰς τὰς σποράς v ἀλοῆσαι GH 
<lb/>12 δυνατώτερος M τῶν σκεπασμάτων τὸ κάλλιστον transp. H (v) 
<lb/>13 διεφθείροντο M
<lb/>14 δὲ M: δ’ ceteri
<lb/>15 τῆ ἀπ’ ἀέρος περιψύξει M Arm: ἁ. ἁ. περιψυχθέντα AP, ἁ. ἁ. περιψυχθέντος G (Turn.), ἁ. ἁ. περιψυχθέν H, ἁ. ἁ. πέρι χυθέν F καὶ προσυπερβάλλοντες transp. Η (v) ἀνημέρων] ἀλόγων M (Mang.) ο 
<lb/>16 ἀγριώτερα M ἀτιθασώτατα GH: ἀτιθασώτερα M, ἀτιθασσότατα APF κροκοδήλους M
<lb/>17 ἰοβόλων F1 ἱερεῖς P θυσίαις τε] καὶ θυσίαις M 
<lb/>18 ἑκατέρων M
<lb/>20 ἀγριώτερα MH (Turn.) τῶν addidi χερσέων F1, χερσαῖον H (Turn.)
<lb/>22 καὶ πτηνὰ M Arm: καὶ om. ceteri (v)
<lb/>23 μέρος AP ἐκτεθειάκασιν M</note>  

<pb n="v.4.p.287"/>
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="80"><p>ὧν τί ἂν γένοιτο καταγελαστότερον; καὶ δὴ τῶν ξένων οἱ πρῶτον εἰς Αἴγυπτον ἀφικόμενοι, πρὶν τὸν ἐγχώριον τῦφον εἰσοικίσασθαι ταῖς
διανοίαις, ἐκθνῄσκουσι χλευάζοντες· ὅσοι δὲ παιδείας ὀρθῆς ἐγεύσαντο,
τὴν ἐπ’ ἀσέμνοις πράγμασι σεμνοποιίαν καταπλαγέντες οἰκτίζονται τοὺς
<lb n="5"/> χρωμένους, ἀθλιωτέρους, ὅπερ εἰκός, ὑπολαμβάνοντες εἶναι τῶν τιμωμένων, μεταβεβληκότας εἰς ἐκεῖνα τὰς ψυχάς, ὡς ἀνθρωποειδῆ θηρία
περινοστεῖν δοκεῖν.</p></div></div></body></text></TEI>