ἀλλ’ ὅσοι μὲν ἡλίου καὶ σελήνης καὶ τοῦ 1 δὲ AP νέμοντες] μεταδιδόντες M μνήμην G Arm : μνήμης ceteri (v) 1. 2 καινότατον coni. Mang. post κοινότατον add. ἀξιοῦνται Turn., μεταδιδόντες Mang. 2 ἐπιλάθονται F1, in ἐπελάθοντο corr. F2 οὗ μόνον MAPH2: οὐ μόνον οὗ FGH1 μεμνῆσθαι προσῆκον ἦν MF Arm: προσῆκον ἣν μεμνῆσθαι ceteri (v) 3 ἔνιοι] ἕτεροι M (Mang.) δὲ om. M στομάργῳ] στόματι ἀργῶ M, om. Arm 4 ἀσεβείας M Arm: ἀδικίας ceteri (Turn.) 5 κακήγορον Mang. (sic Arm): κατήγορον codd. 6 ἅμα] ἀλλὰ F ἄληκτον M 8 ἡ γὰρ M: ἥτις ceteri ἑλέπολις FH τουτέστιν MGH, τουτέστι AP, om. F ὧ μόνω M Arm : μόνον ὧ APG, οἱ μόνον ὧ H, οἱ μόνω νῶ F 9 ἐπιστομίζουσι M : ἐπιστοματίζουσι APFG, ἀποστοματίζουσι H 10 ἡσυχίαν M: τὴν ἡσυχίαν ceteri (v) 12 δ’ om. M καθὸ] πρὸς ὃ M 13 πάντων M εἷς M Arm: om. ceteri 14 ἀγεννήτου F 15 pr. καὶ] καὶ τοῦ M (Mang.) θεραπείᾳ om. Arm σφόδρ’ GH 16 ἐπαποδυώμεθα G, ω ex ο corr. Η: ἐπαποδυόμεθα APF, ἐπαποδυσόμεθα M ὐποκλινόμενοι .A.P μηδ’] μὴ AP 17 ὑφ’] ἀφ’ H (Turu) 18 μὲν MG : om. ceteri; μὲν οὖν om. Turu. καὶ παραγγελμάτων] καὶ παραδειγμάτων AP, om. M ἱερώτατον] τῶν ἱερωτάτων M 19 ἐν om. M ἑαυτοῖς MG : αὑτοῖς H, αὐτοῖς APF τὸν] τῶν AP ἀνώτατον F 20 καθαρῶς καὶ ἀδόλως ἀνδρὸς codd. : ἀνδρὸς καθαρῶς καὶ ἀδόλως Mang. 21 ὅσοι] οἱ M σύμπαντος οὐρανοῦ τε καὶ κόσμου καὶ τῶν ἐν αὐτοῖς ὁλοσχερεστάτων μερῶν ὡς θεῶν πρόπολοί τε καὶ θεραπευταί, διαμαρτάνουσι μὲν — πῶς γὰρ οὔ; — τοὺς ὑπηκόους πρὸ τοῦ ἄρχοντος ἀποσεμνύνοντες, ἧττον δὲ τῶν ἄλλων ἀδικοῦσι τῶν ξύλα καὶ λίθους ἄργυρόν τε καὶ χρυσὸν καὶ τὰς παραπλησίους ὕλας μορφωσάντων ὡς φίλον ἑκάστοις, εἶτ’ ἀγαλμάτων καὶ ξοάνων καὶ τῶν ἄλλων χειροκμήτων, ὧν πλαστικὴ καὶ ζωγραφία δημιουργοὶ μεγάλα ἔβλαψαν τὸν βίον τὸν ἀνθρώπινον, καταπλησάντων τὴν οἰκουμένην. τὸ γὰρ κάλλιστον ἔρεισμα τῆς ψυχῆς ἐξέκοψαν, τὴν περὶ τοῦ ζῶντος ἀεὶ θεοῦ προσήκουσαν ὑπόληψιν, ὥσπερ τε ἀνερμάτιστα σκάφη σαλεύουσιν ὧδε κἀκεῖσε διαφερόμενοι τὸν αἰῶνα, μηδέποτ’ εἰς λιμένα κατᾶραι μηδ’ ἐνορμίσασθαι βεβαίως ἀληθείᾳ δυνάμενοι, τυφλώττοντες περὶ τὸ θέας ἄξιον, πρὸς ὃ μόνον ὀξυδορκεῖν ἀναγκαῖον ἦν. καί μοι δοκοῦσι τῶν τὰς τοῦ σώματος ὄψεις πεπηρωμένων ἀθλιώτερον ζῆν· ἐκεῖνοι μὲν γὰρ ἀκουσίως ἐβλάβησαν ἢ νόσον ὀφθαλμῶν χαλεπὴν ὑποστάντες ἢ πρὸς ἐχθρῶν ἐπιβουλευθέντες, οἱ δ’ ἑκουσίῳ γνώμῃ τὸ τῆς ψυχῆς ὄμμα οὐκ ἠμαύρωσαν μόνον ἀλλὰ καὶ παντελῶς ἀποβαλεῖν ἠξίωσαν. ὅθεν τοῖς μὲν ἔλεος ὡς ἠτυχηκόσι, τοῖς δὲ κόλασις ὡς μοχθηροῖς ἕπεται δικαίως, οἳ μετὰ τῶν ἄλλων οὐδὲ τὸ προχειρότατον ἐνενόησαν, ὃ καὶ παῖς „ἔγνω νήπιος“, ὅτι τοῦ τεχνιτευθέντος ὁ τεχνίτης ἀμείνων, καὶ χρόνῳ — πρεσβύτερος γὰρ καὶ τρόπον τινὰ τοῦ δημιουργηθέντος πατήρ — καὶ δυνάμει· τὸ γὰρ δρῶν τοῦ πάσχοντος ἐπικυδέστερον. καὶ δέον, εἴπερ ἄρα ἐξημάρτανον, τοὺς ζωγράφους αὐτοὺς καὶ ἀνδριαντοποιοὺς ὑπερβολαῖς τιμῶν ἐκτεθειωκέναι, τοὺς μὲν εἴασαν ἀφανεῖς οὐδὲν πλέον παρασχόντες, τὰ δ’ ὑπ’ ἐκείνων δημιουργηθέντα πλάσματα καὶ ζωγραφήματα θεοὺς ἐνόμισαν.