<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="61"><p>καθάπερ οὖν τοῦ
μεγάλου βασιλέως τὰς τιμὰς εἴ τις τοῖς ὑπάρχοις σατράπαις ἀπένειμεν,
ἔδοξεν ἂν οὐκ ἀγνωμονέστατος μόνον ἀλλὰ καὶ ῥιψοκινδυνότατος εἶναι
χαριζόμενος τὰ δεσπότου δούλοις, τὸν αὐτὸν τρόπον [ἂν] τοῖς αὐτοῖς εἴ
τις γεραίρει τὸν πεποιηκότα τοῖς γεγονόσιν, ἴστω πάντων ἀβουλότατος <lb n="20"/>
ὢν καὶ ἀδικώτατος, ἴσα διδοὺς ἀνίσοις οὐκ ἐπὶ τιμῇ τῶν ταπεινοτέρων
 ἀλλ’ ἐπὶ καθαιρέσει τοῦ κρείττονος.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="62"><p>εἰσὶ δ’ οἳ καὶ προσυπερβάλλουσιν
ἀσεβείᾳ μηδὲ τὸ ἴσον ἀποδιδόντες, ἀλλὰ τοῖς μὲν τὰ πάντα τῶν ἐπὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 ἀντιποιουμένῳ F
<lb/>2 αὐτοκρατῆ θεὸν M Arm: αὐτοκρατὲς ceteri (Turn.) 
<lb/>3 κἀν APFH: καὶ MG ἀθανατίζονται G; ἀπαθανατίζηται Mang.
<lb/>4 post πρότερον add. μὲν HP2 (v)
<lb/>5 γινόμενον M
<lb/>6 ἀπονοίᾳ] ἀνοίᾳ coni. Mang. ὡς] ὥστε M (Mang.) μόνα M
<lb/>7 προειρημένα M νομίζουσιν M 
<lb/>8 θεόν et τὸν oin. M ὄντα ὄντως Η, ὄντως om. M ἢ om. Arm ἀδιδάκτῳ τῆ φύσει M Arm: ἀδιδακτωτάτη φύσει F, ἀδιδακτοτάτη φύσει GH (Turn.), ὰδιδακτοτάτω φύσει AP
<lb/>10 αἴτιον] ἕτερον M
<lb/>11 post ζῶντες add. ἄνθρωποι Arm βουλόμενοι coni. Mang.
<lb/>13 πάσαις φιλοτιμίαις Richt.
<lb/>14 τὸ ἄγαλμα τὸ πάντων (om. Arm) ἱεροπρεπέστατον M Arm: ἀγαλμάτων ἱεροπρεπέστατον ceteri (Turn.) 14.
<lb/>15 μετανάβασιν coni. Mang.
<lb/>15 ἀγεννήτου MFH ὃς] ὡς M 
<lb/>17 ὑπάρχοις σατράπαις MF: ὑπάρχοις καὶ σατράπαις ceteri (v)
<lb/>18 εἶναι ante μόνον add. Η (Turn.), post μόνον M ῥιψοκινδυνώτατος AP εἶναι h. 1. om. H (Turn.)
<lb/>19 ἂν seclusi 19.20 εἴ τις M: om. ceteri (v) 
<lb/>20 γεραίρει MAP: γεραίρῃ ex γεραίρει corr. H, γεραίρῃ FG (v) ἀβουλώτατος H 20.
<lb/>21 ἀδικώτατος ὢν καὶ ἀβουλότατος transp. F
<lb/>22 καὶ om. Arm
<lb/>23 μηδὲ MA Arm: μηδὲν ceteri (Turn.) τὸ ἴσον ἀποδιδόντες M: τῶν ἴσων μεταδιδόντες ceteri (Turn.) ; τὸ ἴσον διδόντες Mang. πάντα τῶν] πάντων G</note>  

<pb n="v.4.p.283"/>
τιμῇ χαριζόμενοι, τῷ δ’ οὐδὲν νέμοντες ἀλλ’ οὐδὲ μνήμην, τὸ κοινότατον·
 ἐπιλήθονται γὰρ οὗ μόνον μεμνῆσθαι προσῆκον ἦν,  <milestone unit="altpage2" n="p. 191 M."/> ἐπιτηδεύοντες
οἱ βαρυδαίμονες ἑκούσιον λήθην.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="63"><p>ἔνιοι δὲ καὶ στομάργῳ κατεχόμενοι λύττῃ τὰ δείγματα τῆς ἐνιδρυμένης ἀσεβείας εἰς μέσον
<lb n="5"/> προφέροντες βλασφημεῖν ἐπιχειροῦσι τὸ θεῖον, ἀκονησάμενοι κακήγορον
γλῶτταν, ἅμα καὶ λυπεῖν ἐθέλοντες τοὺς εὐσεβοῦντας, οἷς ἄλεκτον καὶ
ἀπαρηγόρητον εὐθὺς εἰσδύεται πένθος τὴν ὅλην πυρπολοῦν ψυχὴν δι’
ὤτων· ἡ γὰρ τῶν ἀνοσίων ἑλέπολις τοῦτ’ ἐστίν, ᾧ μόνῳ τοὺς φιλοθέους
ἐπιστομίζουσι νομίζοντας ὑπὲρ τοῦ μὴ παροξύνειν ἐν τῷ παρόντι
<lb n="10"/> κάλλιστον ἡσυχίαν. </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="64"><p><milestone unit="altref" n="14"/> πᾶσαν οὖν τὴν τοιαύτην τερθρείαν ἀπωσάμενοι τοὺς ἀδελφοὺς φύσει μὴ προσκυνῶμεν, εἰ καὶ καθαρωτέρας καὶ
ἀθανατωτέρας οὐσίας ἔλαχον — ἀδελφὰ δ’ ἀλλήλων τὰ γενόμενα καθὸ
γέγονεν, ἐπεὶ καὶ πατὴρ ἁπάντων εἷς ὁ ποιητὴς τῶν ὅλων ἐστίν —,
ἀλλὰ καὶ διανοίᾳ καὶ λόγῳ καὶ πάσῃ δυνάμει τῇ τοῦ ἀγενήτου καὶ
<lb n="15"/> ἀιδίου καὶ τῶν ὅλων αἰτίου θεραπείᾳ σφόδρα εὐτόνως καὶ ἐρρωμένως
ἐπαποδυώμεθα, μὴ ὑποκατακλινόμενοι μηδ’ ὑπείκοντες ταῖς τῶν πολλῶν
ἀρεσκείαις, ὑφ’ ὧν καὶ οἱ δυνάμενοι σῴζεσθαι διαφθείρονται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="65"><p>Πρῶτον μὲν οὖν παράγγελμα καὶ παραγγελμάτων ἱερώτατον στηλιτεύσωμεν ἐν ἑαυτοῖς, ἕνα τὸν ἀνωτάτω νομίζειν τε καὶ τιμᾶν θεόν·
<lb n="20"/> δόξα δ’ ἡ πολύθεος μηδ’ ὤτων ψαυέτω καθαρῶς καὶ ἀδόλως ἀνδρὸς
εἰωθότος ζητεῖν ἀλήθειαν.</p></div></div></body></text></TEI>