καθάπερ οὖν τοῦ μεγάλου βασιλέως τὰς τιμὰς εἴ τις τοῖς ὑπάρχοις σατράπαις ἀπένειμεν, ἔδοξεν ἂν οὐκ ἀγνωμονέστατος μόνον ἀλλὰ καὶ ῥιψοκινδυνότατος εἶναι χαριζόμενος τὰ δεσπότου δούλοις, τὸν αὐτὸν τρόπον [ἂν] τοῖς αὐτοῖς εἴ τις γεραίρει τὸν πεποιηκότα τοῖς γεγονόσιν, ἴστω πάντων ἀβουλότατος ὢν καὶ ἀδικώτατος, ἴσα διδοὺς ἀνίσοις οὐκ ἐπὶ τιμῇ τῶν ταπεινοτέρων ἀλλ’ ἐπὶ καθαιρέσει τοῦ κρείττονος. εἰσὶ δ’ οἳ καὶ προσυπερβάλλουσιν ἀσεβείᾳ μηδὲ τὸ ἴσον ἀποδιδόντες, ἀλλὰ τοῖς μὲν τὰ πάντα τῶν ἐπὶ 1 ἀντιποιουμένῳ F 2 αὐτοκρατῆ θεὸν M Arm: αὐτοκρατὲς ceteri (Turn.) 3 κἀν APFH: καὶ MG ἀθανατίζονται G; ἀπαθανατίζηται Mang. 4 post πρότερον add. μὲν HP2 (v) 5 γινόμενον M 6 ἀπονοίᾳ] ἀνοίᾳ coni. Mang. ὡς] ὥστε M (Mang.) μόνα M 7 προειρημένα M νομίζουσιν M 8 θεόν et τὸν oin. M ὄντα ὄντως Η, ὄντως om. M ἢ om. Arm ἀδιδάκτῳ τῆ φύσει M Arm: ἀδιδακτωτάτη φύσει F, ἀδιδακτοτάτη φύσει GH (Turn.), ὰδιδακτοτάτω φύσει AP 10 αἴτιον] ἕτερον M 11 post ζῶντες add. ἄνθρωποι Arm βουλόμενοι coni. Mang. 13 πάσαις φιλοτιμίαις Richt. 14 τὸ ἄγαλμα τὸ πάντων (om. Arm) ἱεροπρεπέστατον M Arm: ἀγαλμάτων ἱεροπρεπέστατον ceteri (Turn.) 14. 15 μετανάβασιν coni. Mang. 15 ἀγεννήτου MFH ὃς] ὡς M 17 ὑπάρχοις σατράπαις MF: ὑπάρχοις καὶ σατράπαις ceteri (v) 18 εἶναι ante μόνον add. Η (Turn.), post μόνον M ῥιψοκινδυνώτατος AP εἶναι h. 1. om. H (Turn.) 19 ἂν seclusi 19.20 εἴ τις M: om. ceteri (v) 20 γεραίρει MAP: γεραίρῃ ex γεραίρει corr. H, γεραίρῃ FG (v) ἀβουλώτατος H 20. 21 ἀδικώτατος ὢν καὶ ἀβουλότατος transp. F 22 καὶ om. Arm 23 μηδὲ MA Arm: μηδὲν ceteri (Turn.) τὸ ἴσον ἀποδιδόντες M: τῶν ἴσων μεταδιδόντες ceteri (Turn.) ; τὸ ἴσον διδόντες Mang. πάντα τῶν] πάντων G τιμῇ χαριζόμενοι, τῷ δ’ οὐδὲν νέμοντες ἀλλ’ οὐδὲ μνήμην, τὸ κοινότατον· ἐπιλήθονται γὰρ οὗ μόνον μεμνῆσθαι προσῆκον ἦν, ἐπιτηδεύοντες οἱ βαρυδαίμονες ἑκούσιον λήθην. ἔνιοι δὲ καὶ στομάργῳ κατεχόμενοι λύττῃ τὰ δείγματα τῆς ἐνιδρυμένης ἀσεβείας εἰς μέσον προφέροντες βλασφημεῖν ἐπιχειροῦσι τὸ θεῖον, ἀκονησάμενοι κακήγορον γλῶτταν, ἅμα καὶ λυπεῖν ἐθέλοντες τοὺς εὐσεβοῦντας, οἷς ἄλεκτον καὶ ἀπαρηγόρητον εὐθὺς εἰσδύεται πένθος τὴν ὅλην πυρπολοῦν ψυχὴν δι’ ὤτων· ἡ γὰρ τῶν ἀνοσίων ἑλέπολις τοῦτ’ ἐστίν, ᾧ μόνῳ τοὺς φιλοθέους ἐπιστομίζουσι νομίζοντας ὑπὲρ τοῦ μὴ παροξύνειν ἐν τῷ παρόντι κάλλιστον ἡσυχίαν. πᾶσαν οὖν τὴν τοιαύτην τερθρείαν ἀπωσάμενοι τοὺς ἀδελφοὺς φύσει μὴ προσκυνῶμεν, εἰ καὶ καθαρωτέρας καὶ ἀθανατωτέρας οὐσίας ἔλαχον — ἀδελφὰ δ’ ἀλλήλων τὰ γενόμενα καθὸ γέγονεν, ἐπεὶ καὶ πατὴρ ἁπάντων εἷς ὁ ποιητὴς τῶν ὅλων ἐστίν —, ἀλλὰ καὶ διανοίᾳ καὶ λόγῳ καὶ πάσῃ δυνάμει τῇ τοῦ ἀγενήτου καὶ ἀιδίου καὶ τῶν ὅλων αἰτίου θεραπείᾳ σφόδρα εὐτόνως καὶ ἐρρωμένως ἐπαποδυώμεθα, μὴ ὑποκατακλινόμενοι μηδ’ ὑπείκοντες ταῖς τῶν πολλῶν ἀρεσκείαις, ὑφ’ ὧν καὶ οἱ δυνάμενοι σῴζεσθαι διαφθείρονται. Πρῶτον μὲν οὖν παράγγελμα καὶ παραγγελμάτων ἱερώτατον στηλιτεύσωμεν ἐν ἑαυτοῖς, ἕνα τὸν ἀνωτάτω νομίζειν τε καὶ τιμᾶν θεόν· δόξα δ’ ἡ πολύθεος μηδ’ ὤτων ψαυέτω καθαρῶς καὶ ἀδόλως ἀνδρὸς εἰωθότος ζητεῖν ἀλήθειαν.