τύφῳ γὰρ καὶ τὰ θεῖα ἐξωλιγώρηται, καίτοι νομιζόμενα τῆς ἀνωτάτω τυγχάνειν τιμῆς· τιμὴ δὲ τίς ἂν γένοιτο, μὴ προσούσης ἀληθείας, ἣ καὶ ὄνομα καὶ ἔργον ἔχει τίμιον, ἐπεὶ καὶ τὸ ψεῦδος ἔμπαλιν ἄτιμον φύσει; ἡ δ’ ὀλιγωρία τῶν θείων ἐμφανὴς τοῖς ὀξυδερκέστερον ὁρῶσι· μυρίας γὰρ ὅσας διὰ γραφικῆς καὶ πλαστικῆς μορφώσαντες ἰδέας ἱερὰ καὶ νεὼς αὐταῖς προσπεριεβάλοντο καὶ βωμοὺς κατασκευάσαντες ἀγάλμασι καὶ ξοάνοις καὶ τοιουτοτρόποις ἀφιδρύμασι τιμὰς ἰσολυμπίους καὶ ἰσοθέους ἀπένειμαν, ἅπασιν ἀψύχοις. οὓς εὐθυβόλως αἱ ἱεραὶ γραφαὶ τοῖς ἐκ πόρνης γεγονόσιν ἀπεικάζουσιν· ὡς γὰρ οὗτοι πάντας, ὅσους ἐραστὰς ἔσχεν ἡ μήτηρ, ἐπιγράφονται πατέρας ἑνὸς ἀγνοίᾳ τοῦ φύσει, οὕτω καὶ οἱ κατὰ πόλεις οὐκ εἰδότες τὸν ὄντα ὄντως ἀληθῆ θεὸν μυρία πλήθη ψευδωνύμων ἐκτεθειώκασιν. εἶτ’ ἄλλων παρ’ ἄλλοις τιμωμένων, ἡ περὶ τοῦ ἀρίστου κρατήσασα διχόνοια καὶ τὰς πρὸς τὰ ἄλλα πάντα διαφορὰς ἐγέννησεν. εἰς ἃ πρῶτον ἀπιδὼν ἔξω πόλεων ἐβουλήθη νομοθετεῖν. ἐνενόει δὲ κἀκεῖνο δεύτερον, ὅτι τοῦ μέλλοντος ἱεροὺς νόμους παραδέχεσθαι τὴν 3 μὲν] μὲν οὖν M ὀρεῖς] οὐρῆας M ἡ] καὶ H, om. M ἵππος ϊ ὑποζευγνύντες M 4 φορεῖα AP, φορία Vind., φορτία M τόν αὐχένα F 5 ἐκπιεζόμενοι Vind. τῦφος δὲ conicio 6. 7 ἀνισότητος Mang. : codd. 7 αἱ δ’] αἴδ’ MP, αἰ Arm 8 post διιὸν add. πρῶτον Ann 9 ἀλλήλους] ἄλλους M 10 ἐξωλιγωρεῖται M καίτοι] καὶ τὰ coni. Christophorson τυγχάνει F1 15 αὐτοῖς M προσπεριεβάλλοντο MH 16 ἰσολυμπίους Α, ἰσολυμπίας P καὶ ἰσοθέους M: om. ceteri; ἰσοθέους (ora. ἰσολυμπίους καὶ) Mang. 17 ἅπασιν] πᾶσιν M: πλάσμασιν vel πράγμασιν coni. Mang. ἱεραὶ om. γ’ 19 οὕτως F 20 ὄντως ὄντα transp. MH (v) #x003E; ἀληθῆ coni Mang. 21 εἶτα FGH 22 διαφορὰς] φορὰς GH (Turn.) 23 πόλεων Mang.: πόλεως codd. ἐννόει AP1 24 τοὺς μέλλοντας Arm 11. 12 DP fol. 322r Φίλωνος: τιμὴ τίς ἂν γένοιτο — ἔχει τί ψυχὴν ἀναγκαῖόν ἐστιν ἀπορρύψασθαι καὶ ἐκκαθήρασθαι τὰς δυσεκπλύτους κηλῖδας, ἃς μιγάδων καὶ συγκλύδων ὄχλος ἀνθρώπων κατὰ πόλεις προσετρίψατο.