τόν τε οὐρανὸν εἰς ἡμισφαίρια τῷ λόγῳ διχῇ διανείμαντες, τὸ μὲν ὑπὲρ γῆς, τὸ δ’ ὑπὸ γῆς, Διοσκόρους ἐκάλεσαν τὸ περὶ τῆς ἑτερημέρου ζωῆς αὐτῶν προστερατευσάμενοι διήγημα. τοῦ γὰρ οὐρανοῦ συνεχῶς καὶ ἀπαύστως ἀεὶ κύκλῳ περιπολοῦντος, ἀνάγκη τῶν ἡμισφαιρίων ἑκάτερον ἀντιμεθίστασθαι παρ’ ἡμέραν ἄνω τε καὶ κάτω γινόμενον ὅσα τῷ δοκεῖν· ἄνω γὰρ καὶ κάτω πρὸς ἀλήθειαν οὐδὲν ἐν σφαίρᾳ, πρὸς δὲ τὴν ἡμετέραν σχέσιν αὐτὸ μόνον εἴωθε λέγεσθαι τὸ μὲν ὑπὲρ κεφαλῆς ἄνω, κάτω δὲ τοὐναντίον. τῷ δὴ φιλοσοφεῖν ἀνόθως ἐγνωκότι καὶ ἀδόλου καὶ καθαρᾶς εὐσεβείας 1 γῆν om. DR δὲ D 2 ἄλλους om. D οἱ δὲ μόνον τὸν οὐρανόν om. Richt. 3 primum τὸν om. M σύμπαντα τὸν κόσμον DP τὸ δ’ M δὲ D ἀνώτατον M 3. 4 τόν γεννητήν] τὸν γενέτην F, τὸν ἀγένητον M (Mang.) καὶ γεννητήν DP, καὶ ἀγέννητον DR 4 μεγαλοπόλεως MD Arm : μεγάλης πόλεως ceteri (Tura.) στρατάρχην M : στρατιάρχην ceteri (Turn.) ἀηττήτου] ἀνωτάτω D b οἰακονομεῖ coni. Mang. σωτηριωδῶς D αἰεὶ FGII 7 οἱ μὲν post τὴν γῆν transp. H, om. L (Turn.) δήμητραν codd. : Δήμητρα v 8 θάλασσαν APH 9 post θεραπείας add. αὐτοῦ Ann μεγάλων F 12 τἀς ἐπωνυμίας ἑκάστου transp. M μυθογράφοι Christophorson (Mang.): μυθογράφους M, μυθογράφοις ceteri, τοῖς μυθογράφοις Arm 13 τετεχνιτευμένα M (Mang.) συνυφάναντες FG, συνυφαίνοντες H (Turn.) 14 τόν τε] τὸν ὄντα τὲ Α ἡμισφαίρια MG Arm: ἡμισφαίριον ceteri (v) τῷ λόγῳ om. M Arm (fort. recte) 15 διχῇ] δύο Arm δὲ M ὑπὸ γῆν AP διοσκούρους Α 15. 16 ἐκάλεσαν τὸ codd.: ἐκαλέσαντο Turu. 16 ἑτερημερίας (om. ζωῆς) AP, ζωῆς ss. P2 19 γινόμενον — κάτω om. M γινόμενον APF: γινομένων GH (v) ; κινούμενον coni. Mang. alt. καὶ] ἢ Arm 20 σφαίρα M Arm: σφαίραις ceteri (v) 21 τῷ] τὸ M 22 ἀνοθεύτως M μεταποιουμένῳ κάλλιστον καὶ ὁσιώτατον ὑφηγεῖται παράγγελμα, μηδὲν τῶν τοῦ κόσμου μερῶν αὐτοκρατῆ θεὸν ὑπολαμβάνειν εἶναι· καὶ γὰρ γέγονε, γένεσις δὲ φθορᾶς ἀρχή, κἂν προνοίᾳ τοῦ πεποιηκότος ἀθανατίζηται, καὶ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν· θεὸν δὲ πρότερον οὐκ ὄντα καὶ ἀπό τινος χρόνου γενόμενον καὶ μὴ διαιωνίζοντα λέγειν οὐ θεμιτόν. ἀλλὰ γὰρ ἔνιοι περὶ τὰς κρίσεις ἀπονοίᾳ τοσαύτῃ κέχρηνται, ὡς οὐ μόνον τὰ εἰρημένα θεοὺς νομίζειν, ἀλλὰ καὶ ἕκαστον αὐτῶν μέγιστον καὶ πρῶτον θεόν, τὸν ὄντα ὄντως ἢ οὐκ εἰδότες ἀδιδάκτῳ τῇ φύσει ἢ οὐ σπουδάζοντες μαθεῖν, ἕνεκα τοῦ μηδὲν ἔξω τῶν αἰσθητῶν ἀόρατον καὶ νοητὸν αἴτιον ὑπολαμβάνειν εἶναι, καίτοι σαφεστάτης ἐγγὺς παρακειμένης πίστεως. ψυχῇ γὰρ ζῶντες καὶ βουλευόμενοι καὶ πάνθ’ ὅσα κατὰ τὸν ἀνθρώπινον βίον δρῶντες οὐδέποτε ψυχὴν ὀφθαλμοῖς σώματος ἴσχυσαν θεάσασθαι, καίτοι φιλοτιμηθέντες ἂν πάσας φιλοτιμίας, εἴ πως ἰδεῖν οἷόν τε ἦν τὸ ἄγαλμα τὸ πάντων ἱεροπρεπέστατον, ἀφ’ οὗ κατὰ μετάβασιν εἰκὸς ἦν ἔννοιαν τοῦ ἀγενήτου καὶ ἀιδίου λαβεῖν, ὃς ἅπαντα τὸν κόσμον ἡνιοχῶν σωτηρίως ἀόρατος ὢν κατευθύνει.