<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="51"><p>ἡ μὲν οὖν ἀμείνων πεντὰς
τοιάδε ἦν· περὶ μοναρχίας, ᾗ μοναρχεῖται ὁ κόσμος· περὶ ξοάνων καὶ
ἀγαλμάτων καὶ συνόλως ἀφιδρυμάτων χειροκμήτων· περὶ τοῦ μὴ λαμβάνειν ἐπὶ ματαίῳ θεοῦ πρόσρησιν· περὶ τοῦ τὴν ἱερὰν <milestone unit="altpage1" n="p. 189 M."/>  ἑβδόμην
ἄγειν ἱεροπρεπῶς· περὶ γονέων τιμῆς καὶ ἰδίᾳ ἑκατέρου καὶ ἀμφοτέρων <lb n="11"/>
κοινῇ· ὡς εἶναι τῆς μιᾶς γραφῆς τὴν μὲν ἀρχὴν θεὸν καὶ πατέρα καὶ
ποιητὴν τοῦ παντός, τὸ δὲ τέλος γονεῖς, οἳ μιμούμενοι τὴν ἐκείνου
φύσιν γεννῶσι τοὺς ἐπὶ μέρους. ἡ δ’ ἑτέρα πεντὰς τὰς πάσας ἀπαγορεύσεις περιέχει· μοιχείας, φόνου, κλοπῆς, ψευδομαρτυριῶν,  <lb n="15"/>
ἐπιθυμιῶν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="52"><p>Ἐπισκεπτέον δὲ μετὰ πάσης ἀκριβείας τῶν λογίων ἕκαστον μηδὲν
πάρεργον αὐτῶν ποιουμένους. ἀρχὴ δ’ ἀρίστη πάντων μὲν τῶν ὄντων
θεός, ἀρετῶν δ’ εὐσέβεια· περὶ ὧν ἀναγκαιότατον πρῶτον διεξελθεῖν.
πλάνος τις οὐ μικρὸς τὸ πλεῖστον τῶν ἀνθρώπων γένος κατέσχηκε <lb n="20"/>
περὶ πράγματος, ὅπερ ἢ μόνον ἢ μάλιστα ἦν εἰκὸς ἀπλανέστατον ταῖς
 ἑκάστων διανοίαις ἐνιδρῦσθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="53"><p>ἐκτεθειώκασι γὰρ οἱ μὲν τὰς τέσσαρας
<note xml:lang="mul" type="footnote"><lb/>1 ἦν ἀναγκαῖον transp. H (v), ἦν om. M ταῦτά ἐστιν M
<lb/>2 δὲ M: δ’ ceteri 
<lb/>4 ἐχάραξε H (Turn.) προτέρα] ἑτέρα M, om. Arm ἡ δ’ ἑτέρα] ἡ δὲ δευτέρα H (v)
<lb/>5 δευτερείων] τῶν ἡσσόνων H (v) καλαὶ] καλεῖς M δὲ AP
<lb/>6 ἑνὶ] ἐν M ἀνατέλλουσαι H (Turn.), ἀναγγέλλουσαι M Arm 
<lb/>7 ἐφιεμένου M αἰεὶ GH
<lb/>9 χειροτμήτων M, χειροδμήτων F 
<lb/>10 ἐπὶ] ἐν AP θεοῦ πρόσρησιν M Arm: πρόσρησιν θεοῦ ceteri (v) 
<lb/>11 pr. καὶ om. M ἐδίας M
<lb/>12 κοινῆ M τῆς] τῆς μέν H (Turn.) γραφῆς] πεντάδος coni. Mang. μὲν om. H (Turn.)
<lb/>14 πεντὰς τὰς om. M 
<lb/>15 post περιέγει add. τούτων M (Mang.) μοιχείας M: μοιχειῶν ceteri (Turn.) 
<lb/>18 ποιουμένους corr. ex ποιούμενος H δ’ om. Arm μὲν om. Turn. 
<lb/>19 δὲ APDR ὦν] ἦς Arm
<lb/>20 πλεῖστον] πρῶτον D
<lb/>21 περὶ — ἐνιδρῦσθαι (22) om. D ἢ μόνον ἢ] ἡ μόνη M
<lb/>22 ἐνιδρύεσθαι AP, ἐνιδρύσασθαι M ἐκτεθείκασι M, ἐκτεθεάκασι DR, ἐντεθεάκασι DP τὰς om. D</note> <note xml:lang="mul" type="footnote">18.
<lb/>19 DR fol. 234r τοῦ αὐτοῦ: ἀρχὴ ἀρίστη πάντων μὲν θεός, ἀρετῶν δὲ εὐσέβεια. 
<lb/>20 — 281,6 DP fol. 266v DR fol. 230r Φίλωνος ἐκ τοῦ εἰς τὸν δεκάλογον: πλάνος τις— παρεκαλύψαντο.</note>  

<pb n="v.4.p.281"/>
ἀρχάς, γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ, οἱ δ’ ἥλιον καὶ σελήνην καὶ
τοὺς ἄλλους πλανήτας καὶ ἀπλανεῖς ἀστέρας, οἱ δὲ μόνον τὸν οὐρανόν,
οἱ δὲ τὸν σύμπαντα κόσμον· τὸν δ’ ἀνωτάτω καὶ πρεσβύτατον, τὸν
γεννητήν, τὸν ἄρχοντα τῆς μεγαλοπόλεως, τὸν στρατάρχην τῆς ἀηττήτου
<lb n="5"/> στρατιᾶς, τὸν κυβερνήτην, ὃς οἰκονομεῖ σωτηρίως ἀεὶ τὰ σύμπαντα,
παρεκαλύψαντο ψευδωνύμους προσρήσεις ἐκείνοις ἐπιφημίσαντες ἑτέρας
ἕτεροι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="54"><p>καλοῦσι γὰρ οἱ μὲν τὴν γῆν Κόρην, Δήμητραν, Πλούτωνα, τὴν δὲ θάλατταν Ποσειδῶνα, δαίμονας ἐναλίους ὑπάρχους αὐτῷ προσαναπλάττοντες
καὶ θεραπείας ὁμίλους μεγάλους ἀρρένων τε καὶ θηλειῶν,
<lb n="10"/> Ἥραν δὲ τὸν ἀέρα καὶ τὸ πῦρ Ἥφαιστον καὶ ἥλιον Ἀπόλλωνα καὶ σελήνην
Ἄρτεμιν καὶ ἑωσφόρον Ἀφροδίτην καὶ στίλβοντα Ἑρμῆν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg023.1st1K-grc1" subtype="section" n="55"><p>καὶ τῶν ἄλλων ἀστέρων ἑκάστου τὰς ἐπωνυμίας μυθογράφοι παρέδοσαν, οἳ πρὸς ἀπάτην
ἀκοῆς εὖ τετεχνασμένα πλάσματα συνυφήναντες ἔδοξαν περὶ τὴν τῶν
ὀνομάτων θέσιν κεκομψεῦσθαι·</p></div></div></body></text></TEI>