φωνὴ δ’ ἐκ μέσου τοῦ ῥυέντος ἀπ’ οὐρανοῦ πυρὸς ἐξήχει καταπληκτικωτάτη, τῆς φλογὸς εἰς διάλεκτον ἀρθρουμένης τὴν συνήθη τοῖς ἀκροωμένοις, ᾗ τὰ λεγόμενα οὕτως ἐναργῶς ἐτρανοῦτο, ὡς ὁρᾶν αὐτὰ μᾶλλον ἢ ἀκούειν δοκεῖν. ἐγγυᾶται δέ μου τὸν λόγον ὁ νόμος, ἐν ᾧ γέγραπται· „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18)· ἐμφαντικώτατα· τὴν μὲν γὰρ ἀνθρώπων ἀκουστὴν εἶναι συμβέβηκεν, ὁρατὴν δὲ ὡς ἀληθῶς τὴν θεοῦ. διὰ τί; ὅτι ὅσα ἂν λέγῃ ὁ θεός, οὐ ῥήματά ἐστιν ἀλλ’ ἔργα, ἅπερ ὀφθαλμοὶ πρὸ ὤτων δικάζουσι. παγκάλως μέντοι καὶ θεοπρεπῶς εἴρηται ἐκ τοῦ πυρὸς ἡ φωνὴ προέρχεσθαι· ἠκρίβωται γὰρ καὶ βεβασάνισται τὰ τοῦ θεοῦ λόγια καθάπερ χρυσὸς πυρί. μηνύει δὲ καὶ διὰ συμβόλου τι τοιοῦτον· ἐπειδὴ τοῦ πυρὸς τὸ μὲν φωτίζειν τὸ δὲ καίειν πέφυκεν, οἱ μὲν τοῖς χρησμοῖς ἀξιοῦντες εἶναι καταπειθεῖς ὡς ἐν ἀσκίῳ φωτὶ τὸν ἀεὶ χρόνον βιώσονται τοὺς νόμους αὐτοὺς ἀστέρας ἔχοντες ἐν ψυχῇ φωσφοροῦντας, ὅσοι δ’ ἀφηνιασταί, καιόμενοι καὶ κατακαιόμενοι διατελοῦσιν ὑπὸ τῶν ἔνδον ἐπιθυμιῶν, αἳ φλογὸς τρόπον πορθήσουσι τὸν σύμπαντα τῶν ἐχόντων βίον. 1 ἡσυχάζειν μερῶν transp. M 3 τὰς τροφὰς Η (v) 4 ἀπεχόμενος Η (Turn.) 5 ἔτι] ἐπεὶ M τὴν ἐσθῆτα M 6 ἀνωρθωκὼς MF1, ἀνωρθιωκὼς F2 μωυσέως M: μώσεως ceteri 8 μόνως Rieht. Tauchn. ἀνακλιθεὶς MFH1 ῥυέντος M Arm: φυέντος ceteri 9 διάλεκτον] διαλεκτικὴν M 10 ἀθρουμένης F ἧ AF: ἣ ceteri (v), ἡ Arm II ἐτρανοῦτο αὐτοῖς Arm αὐτὰ MGP2 Arm: αὐτὸ P1FH (v), αὐτὸ Α 14 ὁρατὴν δὲ ὡς om. Arm δ’ M τὴν θεοῦ MG: τὴν τοῦ θεοῦ APF, τοῦ θεοῦ H (v) 15 ἂν] ἐὰν FGH ῥήματ’ FG ἀλλ’ ἔργα] ἄνεργα F 16 τῶν ὤτων Μ (Mang.) δικάζουσι M Arm: διορίζουσι ceteri μέντοι] μὲν Η (Turn) 16. 17 εἴρηται ἐκ τοῦ πυρὸς ἡ φωνὴ M: ἐκ τοῦ πυρὸς ἡ φωνὴ λέγεται ceteri 17 βεβασάνισται] δεδαπάνηται Η 17. 18 τοῦ θεοῦ M: τοῦ om. ceteri 18 καὶ om. Arm. τι] ἧ τι F τοιοῦτο FH (v) 19.20 τοῖς χρησμοῖς om. G 20 αἰεὶ FG 23 τῶν] τὸν A Ἃ μὲν οὖν ἀναγκαῖον ἦν προδηλῶσαι, ταῦτ’ ἐστίν. ἐπ’ αὐτὰ δὲ ἤδη τρεπτέον τὰ λόγια καὶ πάντα τὰ ἐν τούτοις ἐρευνητέον διάφορα. δέκα τοίνυν ὄντα διένειμεν εἰς δύο πεντάδας, ἃς δυσὶ στήλαις ἐνεχάραξε, καὶ ἡ μὲν προτέρα πεντὰς τὰ πρωτεῖα ἔλαχεν, ἡ δ’ ἑτέρα δευτερείων ἠξιοῦτο· καλαὶ δ’ ἀμφότεραι καὶ βιωφελεῖς, εὐρείας ὁδοὺς καὶ λεωφόρους ἑνὶ τέλει περατουμένας ἀναστέλλουσαι πρὸς ἄπταιστον ψυχῆς ἐφιεμένης ἀεὶ τοῦ βελτίστου πορείαν.