Φωνῆς μὲν δὴ τῆς θείας πέρι τοσαῦτα. δεόντως δ’ ἄν τις ἀπορήσαι, τοῦ χάριν, πλείστων ὅσων μυριάδων εἰς ἓν ἠθροισμένων χωρίον, ἕκαστον θεσπίζειν τῶν δέκα λογίων ἠξίωσεν ὡς οὐχὶ πρὸς πλείους ἀλλ’ ὡς πρὸς ἕνα, „οὐ μοιχεύσεις“ λέγων, „οὐ φονεύσεις,“ „οὐ 1 προιέμενος M αὐτούς F2 (H1?) ἔλω APH (Turn.) ὑμέτερον Α 3 ἀλλά γέ μοι M ἀλλά γ’ ἐμοὶ Wendl.): ἀλλ’ ἐμοὶ cetevi (v) κατ’ M Arm: τὰ κατ’ ceteri (Turn.) 4 ἦχον M: ἠχὴν ceteri (v) 5 ἡρμοσμένον MAPFG: ἡρμοσμένον corr. in ἡρμοσμένων H ἡρμοσμένων v) ἄψυχον corr. ex ἄψυχος Η 6 οὐδέ FG συνεστηκότα scripsi: συνεστηκότος APFH, συνεστηκὸς G, συνεστηκὼς M; συνεστηκυῖαν coni. Mang. ψυχὴν] ἠχὴν coni. Mang. (cf. vol. Η 277,19) 7 ἀνάπλεω M: ἀνάπλεων ceteri τρανότητος F post τρανότητος add. περιέχουσαν Christophorson y τοὺς] καὶ τοῖς M 10 γὰρ om. Α 14 καινουργουμένην M ἐπιπνέουσαν PGH 15 πάντῃ] πᾶν M ἀρχῆς M Arm (Mang.): ἠχή ceteri (Turn.) ἀπέφηνε corr. ex ἀπέφαινε Η, ἀπέφηνε M (v) 16 ἑκάστου Η (Turn.) IG. 17 ἐντεθεῖσα Η 17 πῶς Α post οὖσα add. τῶν ὤτων Christophorson (Mang.) 18 δ’ ἡ] δὴ M 19 προυπαντῶσα scripsi (sic Arm): προσυπαντῶσα codd.; προαπαντῶσα voluit Mang. 20 δὴ τῆς om. M δεόντως] ἐξόντως M 21 ἀπορήσαι GH2: ἀπορῆσαι MFH1, ἀπορήσοι Η (sic Mang.) 22 ἑκάστῳ Arm 23 ἀλλὰ GH ὡς om. H (Turn.) οὐ φονεύσεις om. Arm κλέψεις“ (Exod. 20, 13 ss.) καὶ τὰ ἄλλα ταύτῃ. λεκτέον οὖν ἓν μέν, ὅτι βούλεται κάλλιστον ἀναδιδάξαι μάθημα τοὺς ἐντυγχάνοντας ταῖς ἱεραῖς γραφαῖς, ὡς ἄρα καθ’ αὑτὸν εἷς ἕκαστος, ὅταν ᾖ νόμιμος καὶ θεῷ καταπειθής, ἰσότιμός ἐστιν ὅλῳ ἔθνει πολυανθρωποτάτῳ, μᾶλλον δὲ καὶ πᾶσιν ἔθνεσιν, εἰ δὲ δεῖ περαιτέρω προελθόντα εἰπεῖν, καὶ παντὶ τῷ κόσμῳ. διόπερ ἐν ἑτέροις ἐπαινῶν τινα δίκαιον ἄνδρα φησίν· „ἐγώ εἰμι ὁ θεὸς σός“ (Gen. 17, 1)· ὁ δ’ αὐτὸς ἦν καὶ κόσμου θεός, ὡς τοὺς ὑπηκόους τὴν αὐτὴν τεταγμένους τάξιν καὶ ὁμοίως εὐαρεστοῦντας τῷ ταξιάρχῳ τῆς ἴσης ἀποδοχῆς καὶ τιμῆς μεταλαμβάνειν. δεύτερον δέ, ὅτι κοινῇ μὲν ὡς πλήθει τις ἐκκλησιάζων οὐκ ἐξ ἀνάγκης διαλέγεται ἑνί, ὅτε δὲ προστάττων ἢ ἀπαγορεύων, ἰδίᾳ ὡς ἑνὶ ἑκάστῳ τῶν ἐμφερομένων εὐθὺς ἂν δόξαι τὰ πρακτέα καὶ κοινῇ πᾶσιν ἀθρόοις ὑφηγεῖσθαι· εὐπειθέστερος δὲ ὁ τὰς παραινέσεις αὐτοπροσώπως δεχόμενος, ὁ δὲ συλλήβδην μεθ’ ἑτέρων κεκώφωται τὸν ὄχλον ἀφηνιασμοῦ παρακάλυμμα ποιούμενος. τρίτον, ἵνα μηδείς ποτε βασιλεὺς ἢ τύραννος ἀφανοῦς ἰδιώτου καταφρονήσῃ γεμισθεὶς ἀλαζονείας καὶ ὑπεροψίας, ἀλλ’ εἰς τὰ τῶν ἱερῶν νόμων διδασκαλεῖα φοιτήσας χαλάσῃ τὰς ὀφρῦς, ἀπομαθὼν οἴησιν εἰκότι μᾶλλον δ’ ἀληθεῖ λογισμῷ.