οὐδὲν γάρ ἐστι τούτων ἀμέτοχον· οἷον ἐγὼ μετέχω μὲν οὐσίας δανεισάμενος ἀφ’ ἑκάστου τῶν στοιχείων, ἐξ ὧν ἀπετελέσθη ὅδε ὁ κόσμος, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, τὰ πρὸς τὴν ἐμὴν σύστασιν αὐταρκέστατα· μετέχω δὲ καὶ ποιότητος, καθ’ ἣν ἄνθρωπός εἰμι, καὶ ποσότητος, ᾗ πηλίκος· γίνομαι δὲ καὶ πρός τι, ὅταν μου πρὸς δεξιοῖς τις ἢ πρὸς εὐωνύμοις ᾖ· ἀλλὰ καὶ ποιῶ, τρίβων τι ἢ κείρων, καὶ πάσχω, κειρόμενος ἢ τριβόμενος ὑφ’ ἑτέρων· κἀν τῷ ἔχειν ἐξετάζομαι, ἢ περιβεβλημένος ἢ ὡπλισμένος, κἀν τῷ κεῖσθαι, σχεδόν τι καθεζόμενος ἢ κατακεκλιμένος· εἰμὶ δὲ πάντως κἀν τόπῳ καὶ χρόνῳ, τῶν προειρημένων οὐδενὸς δυναμένου χωρὶς ἀμφοῖν ὑφίστασθαι. Ταυτὶ μὲν οὖν ἀποχρώντως λελέχθω, συνυφαίνειν δ’ ἀναγκαῖον τὰ ἀκόλουθα. τοὺς δέκα λόγους ἢ χρησμούς, νόμους ἢ θεσμοὺς πρὸς ἀλήθειαν ὄντας, ἀθροισθέντος τοῦ ἔθνους ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν εἰς ἐκκλησίαν, ὁ πατὴρ τῶν ὅλων ἐθέσπισεν. ἆρά γε φωνῆς τρόπον 1 δεκάδας H 2 μέγιστον ἔργον transp. Arm 3 τοῖς — διατρίβουσι om. M 4 ἐπιμνησθῆναι MF: ὑπομνησθῆναι ceteri (v) 5 ἕνεκεν GH (v) δέκα] δεκάδας Turn. 6 φασὶν εἶναι transp. M ἐνδιατρίψαντες M τοῖς τῆς M: om. ceteri (v) 7 οὐσία FH post πρός τι add. ποῦ πότε M 8 πάντα addidi (cf. vol. II 24,14) ; τὰ ὧν ἄνευ οὐκ ἔστι τι coni. Mang. ἄνευ χρόνου καὶ τόπου Α Arm καὶ] ἡ καὶ M post τόπον add. εἶναι M 9 μὲν μετέχω transp. GH (v) 10 ὅδε] ὅλος Η (v) 11 καὶ om. Α 12 καθ’ ἣν] καθὸ Α πηλίκοσδε F, πηλικότητος Arm πηλίκος γίνομαι (om. δὲ) M 13 τις] στῆς M ᾖ· ἀλλὰ] ἢ ἀλλαχῆ M 14 ποιῶ M: ποιῶ ποιῶν A) τι ceteri (v) τι (post τρίβων) om. Α κείρων Mang. : καίων codd. Arm πάσχων A 15 ἑτέρου G κἀν F: κἀν ceteri, ἐν Arm ἐξετάζομαι Α κἀν AF: κἄν ceteri 16 σχεδόν τι M: σχέδην ceteri (v) 17 κἂν (κἀν scripsi) τόπω καὶ χρόνω M Arm: κἄν χρόνω κἄν τόπω F, καὶ χρόνω καὶ τόπω ceteri δυναυφ μένων H (Turn.) 18 συνίστασθαι H IJ) ταύτῃ M, ταῦτα AP 20 νόμους M Arm: ἡ νόμους ceteri (v) 21 οὓς ante ἀθροισθέντος add. FGH (v) καὶ γυναικῶν ὁμοῦ transp. M 22 εἰς ἐκκλησίαν M: ἐν ἐκκλησία APFG, om. H (Turn.) φωνῆς τρόπον] φωνὴν γήινον M τρόπου corr. in τρόπον Α προέμενος αὐτός; ἄπαγε, μηδ’ εἰς νοῦν ποτ’ ἔλθοι τὸν ἡμέτερον· οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός, στόματος καὶ γλώττης καὶ ἀρτηριῶν δεόμενος. ἀλλά γέ μοι δοκεῖ κατ’ ἐκεῖνον τὸν χρόνον ἱεροπρεπέστατόν τι θαυματουργῆσαι κελεύσας ἦχον ἀόρατον ἐν ἀέρι δημιουργηθῆναι, πάντων ὀργάνων θαυμασιώτερον, ἁρμονίαις τελείαις ἡρμοσμένον, οὐκ ἄψυχον ἀλλ’ οὐδ’ ἐκ σώματος καὶ ψυχῆς τρόπον ζῴου συνεστηκότα, ἀλλὰ ψυχὴν λογικὴν ἀνάπλεω σαφηνείας καὶ τρανότητος, ἣ τὸν ἀέρα σχηματίσασα καὶ ἐπιτείνασα καὶ πρὸς πῦρ φλογοειδὲς μεταβαλοῦσα καθάπερ πνεῦμα διὰ σάλπιγγος φωνὴν τοσαύτην ἔναρθρον ἐξήχησεν, ὡς τοῖς ἔγγιστα τοὺς πορρωτάτω κατ’ ἴσον ἀκροᾶσθαι δοκεῖν. ἀνθρώπων μὲν γὰρ αἱ φωναὶ πρὸς μήκιστον ἀποτεινόμεναι πεφύκασιν ἐξασθενεῖν, ὡς ἀριδήλους τοῖς μακρὰν ἀφεστηκόσι μὴ γίνεσθαι τὰς ἀντιλήψεις ταῖς ἐπεκτάσεσιν ἐκ τοῦ κατ’ ὀλίγον ἀμαυρουμένας, ἐπειδὴ καὶ τὰ ὄργανα φθαρτά· τὴν δὲ κεκαινουργημένην φωνὴν ἐπιπνέουσα θεοῦ δύναμις ἤγειρε καὶ ἐζωπύρει καὶ ἀναχέουσα πάντῃ τὸ τέλος τῆς ἀρχῆς ἀπέφαινε τηλαυγέστερον, ἀκοὴν ἑτέραν πολὺ βελτίω τῆς δι’ ὤτων ταῖς ἑκάστων ψυχαῖς ἐντιθεῖσα· ἡ μὲν γὰρ βραδυτέρα πως οὖσα αἴσθησις ἀτρεμίζει, μέχρις ἂν ὑπ’ ἀέρος πληχθεῖσα διακινηθῇ, φθάνει δ’ ἡ τῆς ἐνθέου διανοίας ὀξυτάτῳ τάχει προϋπαντῶσα τοῖς λεγομένοις.