ἐὰν ἐν σπάνει γενόμενοι τῶν ἀναγκαίων καὶ δίψει καὶ λιμῷ διαφθαρῆναι προσδοκήσαντες ἐξαπιναίως ἀφθονίαν τῶν ἐπιτηδείων ἀπαυτοματισθέντων ἀνευρίσκωσιν, οὐρανοῦ μὲν ὕοντος τροφὰς τὸ καλούμενον μάννα, προσόψημα δὲ τροφῶν ἀπ’ ἀέρος ὀρτυγομήτρας φοράν, ὕδατος δὲ πικροῦ γλυκαινομένου πρὸς τὸ πότιμον, πέτρας δὲ ἀκροτόμου πηγὰς ἀνομβρούσης, μηκέτι θαυμάζωσιν, εἰ λόγια θεοῦ συμβέβηκεν εἶναι τοὺς νόμους, ἐναργεστάτην βάσανον εἰληφότες ἐκ τῶν χορηγιῶν, ἃς ἐξ ἀπόρων ἔσχον οὐκ ἐλπίσαντες. ὁ γὰρ πρὸς τὸ ζῆν ἀφθονίαν δοὺς καὶ τὰς πρὸς τὸ εὖ ζῆν ἀφορμὰς ἐδωρεῖτο· πρὸς μὲν οὖν τὸ ζῆν σιτίων ἔδει καὶ ποτῶν, ἅπερ ἀνεύρισκον οὐχ ἑτοιμασάμενοι, πρὸς δὲ τὸ εὖ ζῆν νόμων καὶ διαταγμάτων, οἷς βελτιοῦσθαι τὰς ψυχὰς ἔμελλον. Αἵδ’ εἰσὶν ἐν στοχασμοῖς εἰκόσιν αἰτίαι λεγόμεναι περὶ τοῦ διαπορηθέντος· τὰς γὰρ ἀληθεῖς οἶδεν ὁ θεὸς μόνος. εἰπὼν δ’ ἅπερ ἥρμοττε περὶ τούτων ἑξῆς αὐτοὺς ἀκριβώσω τοὺς νόμους, ἐκεῖνο κατὰ τὸ ἀναγκαῖον προμηνύσας, ὅτι τῶν νόμων οὓς μὲν αὐτὸς ὁ θεὸς οὐ προσχρησάμενος ἄλλῳ δι’ ἑαυτοῦ μόνου θεσπίζειν ἠξίωσεν, οὓς δὲ διὰ προφήτου Μωυσέως, ὃν ἀριστίνδην ἐκ πάντων ὡς ἐπιτηδειότατον ἱεροφάντην ἐπελέξατο. τοὺς μὲν οὖν αὐτοπροσώπως θεσπισθέντας δι’ αὐτοῦ μόνου συμβέβηκε καὶ νόμους εἶναι καὶ νόμων τῶν ἐν μέρει κεφάλαια, τοὺς δὲ διὰ τοῦ προφήτου πάντας ἐπ’ ἐκείνους ἀναφέρεσθαι. λέξω δ’, ὡς ἂν οἷός τε ὦ, περὶ ἑκατέρων καὶ πρότερόν γε τῶν κεφαλαιωδεστέρων· 1 ἡμέρων oin. Arm ἵν᾿ M : ἵνα ceteri ἐὰν om. M 2 ἐν om. G δίψη Η (v) 3. 4 ἀνευρίσκωσιν ἀπαυτοματισθέντων transp. H (Turn.) 4 μάνα H 4. 5 προσόψιμα Η 5 pr. δὲ] τε Richt. ἀπ’ secludendum putavit Mang. ὀρτυγομήτρας codd. (cf. Exod. 16,13): ὀρτυγομητρῶν Mang. alt. δὲ] μὲν Η 6 τὸ om. M δὲ om. M 7 θαυμάζωσιν εἰ λόγια θεοῦ συμβέβηκεν εἶναι τοὺς νόμους M Arm : θαυμάζωσι Νεῖλον μηδ’ εἰ συμβέβηκεν εἶναι θεοῦ τοὺς νόμους ceteri (v) τοὺς νόμους corr. ex τοῖς νόμοις Η post νόμους add. ἀμφιγνοῶσιν mg. H2 (v) 9 ἀφθονίαν — εὖ ζῆν (10) om. M 10 ἀφορμὰς] ἀφθονίας Α 11 post ζῆν add. καὶ ὡς εἰκὸς Η et mg. P2 (v) 13 αἴτιαι corr. in αἰτίαι F περὶ om. M 14 οἶδεν ὁ θεὸς M: θεὸς οἶδε ceteri (v) δ’ ἅπερ M: δὲ ἃ cetori (Turn.) 16 τῶν νόμων] τοὺς νόμους M οὓς] τοὺς M 17 ἑαυτοῦ M: αὑτοῦ G, αὐτοῦ corr. in αὐτοῦ H, αὐτοῦ APF οὐ μόνον G οὓς] τοὺς M 18 τοῦ προφήτου APF μώσεως MAPFH, om. G ὃν] ὃς H ἐκ πάντων M: ἐξ ἀπάντων ceteri (v) ἱεροφάντην M: ὡς ἱεροφαντεῖν ceteri (v) 19 ἐπελέξατο M: εἵλετο ceteri (v) αὐτοπροσώπους Α 20 pr. καὶ om. Arm 22 περὶ MF: καὶ περὶ ceteri (v) post γε add. περὶ Arm ὧν εὐθέως ἄξιον θαυμάσαι τὸν ἀριθμὸν δεκάδι τῇ παντελείᾳ περατουμένων, ἣ πάσας μὲν ἀριθμῶν διαφορὰς ἀρτίων καὶ περιττῶν καὶ ἀρτιοπερίττων, ἀρτίων μὲν δυοῖν, περιττῶν δὲ τριῶν, ἀρτιοπερίττων δὲ πέντε, πάσας δὲ λόγων τῶν ἐν ἀριθμοῖς πολυπλασίων καὶ ἐπιμερῶν καὶ ὑποεπιμερῶν περιέχει, πάσας δ’ ἀναλογίας,