τοῦτο δὲ ἀμήχανον ἑτέρως ἢ διοικισθέντι συμβῆναι, καὶ οὐκ εὐθὺς ἀλλὰ μακρῷ χρόνῳ ὕστερον, ἕως ἂν οἱ τῶν ἀρχαίων παρανομημάτων ἐνσφραγισθέντες τύποι κατὰ μικρὸν ἀμαυρούμενοι καὶ ἀπορρέοντες ἀφανισθῶσι. τοῦτον τὸν τρόπον καὶ οἱ τὴν ἰατρικὴν ἀγαθοὶ σῴζουσι τοὺς κάμνοντας· οὐ γὰρ πρότερον σιτία καὶ ποτὰ παρέχειν ἀξιοῦσι, πρὶν ἢ τὰ τῶν νόσων αἴτια ὑπεξελέσθαι· μενόντων γὰρ ἀνωφελεῖς αἱ τροφαί, ἀλλὰ καὶ ἐπιζήμιοι, ὗλαι γινόμεναι τοῦ πάθους. εἰκότως οὖν ἐκ τῶν κατὰ πόλεις βλαβερωτάτων συνηθειῶν εἰς ἐρήμην ἀπαγαγών, ἵνα κενώσῃ τὰς ψυχὰς ἀδικημάτων, ἤρξατο προσφέρειν ταῖς διανοίαις τροφάς· αὗται δὲ τίνες ἂν εἶεν ὅτι μὴ νόμοι καὶ λόγοι θεῖοι; τρίτη δέ ἐστιν αἰτία ἥδε· καθάπερ οἱ στελλόμενοι μακρὸν πλοῦν, οὐχ ὅταν ἐπιβάντες τῆς νεὼς ἀπὸ λιμένος ἐξαναχθῶσιν, ἄρχονται κατασκευάζειν ἱστία καὶ πηδάλια καὶ οἴακας, ἀλλ’ ἔτι μένοντες ἐπὶ γῆς ἕκαστα τῶν συντεινόντων πρὸς πλοῦν εὐτρεπίζονται, τὸν αὐτὸν τρόπον ἠξίωσεν οὐ λαβόντας κληρουχίας καὶ τὰς πόλεις οἰκήσαντας τότε ζητεῖν νόμους, οἷς πολιτεύσονται, ἀλλ’ ἑτοιμασαμένους τοὺς τῆς πολιτείας κανόνας καὶ ἐνασκηθέντας οἷς ἔμελλον οἱ δῆμοι κυβερνᾶσθαι σωτηρίως τηνικαῦτα εἰσοικίζεσθαι, χρησομένους εὐθὺς ταῖς τῶν δικαίων παρασκευαῖς ἐν ὁμονοίᾳ καὶ κοινωνίᾳ καὶ διανομῇ τῶν ἐπιβαλλόντων ἑκάστοις. φασὶ δέ τινες καὶ τετάρτην αἰτίαν οὐκ ἀπῳδὸν ἀλλ’ ἐγγυτάτω τῆς ἀληθείας· ἐπειδὴ γὰρ ἔδει πίστιν ἐγγενέσθαι ταῖς διανοίαις περὶ τοῦ μὴ εὑρήματα ἀνθρώπου τοὺς νόμους ἀλλὰ θεοῦ χρησμοὺς σαφεστάτους εἶναι, πορρωτάτω τῶν πόλεων ἀπήγαγε τὸ ἔθνος εἰς ἐρήμην βαθεῖαν 1 ἀπορρίψασθαι M καθάρασθαι M 1. 2 δυσεκπλήτους G, δυσεκπλύκτους P 3 πόλιν M 5 ἀνομημάτων M 6. 7 οἱ περὶ τὴν ἰατρικὴν AP 7 γὰρ om. M Arm καὶ ποτὰ om. II (v) 8 παρασχεῖν Vind. ἀξιοῦντες M πρὶν om. M 9 ἀλλὰ καὶ M: om. ceteri (v) γενόμεναι M 10 πόλεις Mang. (sic Arm): πόλιν codd. 11 ἐρήμην codd.: ἔρημον Mang. 12.13 λόγοι καὶ νόμοι M 13 δ’ ἐστὶν M 14 λιμένος FH: λιμένων MAPCi 15 μένοντες] μὲν ὄντες Arm 16 εὐτρεπίζοντες Η 18 πολιτεύωνται Turn. ἡτοιμασμένους M τοὺς om. Turn. 19 εὖ ἀσκηθέντας Arm ἤμελλον H 20 χρησομένοις M 21 ἐν Α: ἐφ’ ceteri (Turn.) ὁμονοίᾳ] ὁμοία Η διαμονὴ Α ἐπιβαλόντων F 22 ἀπῳδὸν] ἀπᾴδουσαν M 23 διανοίαις αὐτῶν Arm 25 ἔρημον F (Mang.) 6—9 Vindob. hist. gr. 67 fol. 56v: τοῦτον τὸν τρόπον — τοῦ πάθου καὶ ἄγονον οὐ μόνον ἡμέρων καρπῶν ἀλλὰ καὶ ποτίμου ὕδατος, ἵν’,