Τοὺς βίους τῶν κατὰ Μωυσέα σοφῶν ἀνδρῶν, οὓς ἀρχηγέτας τοῦ ἡμετέρου ἔθνους καὶ νόμους ἀγράφους αἱ ἱεραὶ βίβλοι δηλοῦσιν, ἐν ταῖς προτέραις συντάξεσι μεμηνυκὼς κατὰ τὰ ἀκόλουθα ἑξῆς τῶν ἀναγραφέντων νόμων τὰς ἰδέας ἀκριβώσω μηδ’, εἴ τις ὑποφαίνοιτο τρόπος ἀλληγορίας, τοῦτον παρεὶς ἕνεκα τῆς πρὸς διάνοιαν φιλομαθοῦς ἐπιστήμης, ᾗ πρὸ τῶν ἐμφανῶν ἔθος τὰ ἀφανῆ ζητεῖν. πρὸς δὲ τοὺς ἀποροῦντας, τί δή ποτε οὐκ ἐν πόλεσιν ἀλλ’ ἐν ἐρήμῳ βαθείᾳ τοὺς νόμους ἐτίθει, λεκτέον πρῶτον μέν, ὅτι αἱ πολλαὶ τῶν πόλεων ἀμυθήτων κακῶν εἰσι μεσταί, καὶ τῶν πρὸς τὸ θεῖον ἀνοσιουργημάτων καὶ τῶν πρὸς ἀλλήλους ἀδικημάτων. οὐδὲν γάρ ἐστιν ὃ μὴ κεκιβδήλευται, τὰ γνήσια τῶν νόθων παρευημερούντων καὶ τἀληθῆ τῶν εἰκότων, ἃ φύσει μὲν κατέψευσται, πιθανὰς δ’ ὑποβάλλει φαντασίας πρὸς ἀπάτην. ἐν πόλεσιν οὖν καὶ ὁ πάντων ἐπιβουλότατος φύεται τῦφος, ὅν τινες τεθήπασι καὶ προσκυνοῦσι τὰς κενὰς δόξας 1 — 3 Φίλωνος περὶ τῶν δέκα λογίων λόγων scripsi), οἳ κεφάλαια νόμων εἰσί G, φίλωνος ἰουδαίου περὶ τῶν δέκα λογίων, ἃ κεφάλαια νόμων εἰσίν F, περὶ τῶν δέκα λογίων, ἆ κεφάλαια νόμων εἰσίν Η, φίλωνος ἰουδαίου εἰς τὴν (sic) δεκάλογον μώσεως AP, φίλωνος περὶ νόμων ἰδέας M, tit. om. Arm 4 μωϋσέα GH: μωυσῆν M, μωσέα ceteri 6 ἐν τῆ προτέρᾳ συντάξει Arm προτέραις] ἡμετέραις M κατὰ τὸ ἀκόλουθον Arm ut vid. 8 πρὸς διάνοιαν] δι’ ὑπονοιῶν coni. Mang. 9 (??) φιλομαθοῦς ἀ eras.) F ἐπιστάσεως coni. Wendl. ᾖ] ἡ Arm 10 τί δή ποτε] διὰ τί Η (v) 12 εἰσι κακῶν transp. F 14 παρημερευόντων M τὰ ἀληθῆ M 15 εἰκότων] εἰκαιοτέρων M κατεψεύσατο Η (Turn.) IG post ἀπάτην interpungit M: post πόλεσιν ceteri οὖν M: οὖ ceteri, ἀφ’ οὗ Arrn φύεται] ϋιωται (sic) M 17 τὰς κενὰς δόξας] τοὺς κενοδόξους coni. Mang. 11 — 270,5 Vindob. liist. gr. 67 fol. 56r Φίλωνος ἰουδαίου: αἱ πολλαὶ τῶν πόλεων ἐκπιεζόμενοι. σεμνοποιοῦντες διὰ χρυσῶν στεφάνων καὶ ἁλουργίδων καὶ πλήθους θεραπόντων καὶ ὀχημάτων, ἐφ’ ὧν οἱ λεγόμενοι μακάριοι καὶ εὐδαίμονες μετέωροι φέρονται, τοτὲ μὲν ὀρεῖς ἢ ἵππους καταζευγνύντες τοτὲ δὲ καὶ ἀνθρώπους, οἳ τὰ φορεῖα κατὰ τῶν αὐχένων ἀχθοφοροῦσι τὴν ψυχὴν πρὸ τοῦ σώματος δι’ ὑπερβολὴν ὕβρεως πιεζόμενοι. τῦφος καὶ πολλῶν ἄλλων κακῶν δημιουργός ἐστιν, ἀλαζονείας, ὑπεροψίας, ἀνισότητος· αἱ δ’ εἰσὶν ἀρχαὶ ξενικῶν καὶ ἐμφυλίων πολέμων οὐδὲν μέρος, οὐ κοινόν, οὐκ ἴδιον, οὐ κατὰ γῆν, οὐ κατὰ θάλατταν, ἡσυχάζειν ἐῶσαι. τί δὲ δεῖ τῶν πρὸς ἀλλήλους ἁμαρτημάτων μεμνῆσθαι;