<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1" subtype="book" n="1"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="6"><p>ὁ γὰρ ταύτης ποταμὸς
θέρους ἀκμάζοντος, ἡνίκα τοὺς ἄλλους φασὶ μειοῦσθαι χειμάρρους τε <lb n="15"/>
καὶ αὐθιγενεῖς, ἐπιβαίνων τε καὶ ἀναχεόμενος πλημμυρεῖ καὶ λιμνάζει
τὰς ἀρούρας, αἳ ὑετοῦ μὴ δεόμεναι φορᾶς ἀφθονίαν παντοίων ἀγαθῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 τι] τὸ C τῆ ἡσυχία VO
<lb/>2 δυνάμενον om. H1P1, ss. H2P2 αὖ τὰς] αὐτὰς EZ ἀναξίας CVO
<lb/>3 δοκῶσι] δικαιῶσι coni. Mang. καλῶν C ἐπαγγέλλειν KZ εἰς] ὡς BEMAG
<lb/>5 κἀκ] καὶ AG, ἐκ (om. καὶ) O βίβλον G
<lb/>6 αὑτοῦ BE: αὐτοῦ ceteri ἀπολέλειπε G τινος G υφαινον 
<lb/>7 ἀεὶ orn. G συνεισέφαινον Κ
<lb/>8 ἔδοξε C, ἔδειξα Η1 περὶ] πρὸς P 
<lb/>9 ἄρξασθαι ἀναγκαῖον transp. AG μωυσῆς M: μώσης ceteri γένος] γενόμενος P
<lb/>10 ἐστιν ἑβραῖος AGHP(v), γρ. καὶ χαλδαῖος mg. Α
<lb/>11 βαβυλῶνος G τοὺς] τὰς Lyd.
<lb/>12 ἐπίεζε K1ZHP: ἐπίεσε ceteri μετανιστάντων Η, μεταστάντων BMKZ γῆν] εἰς γῆν AG, εἰς τὴν CEVOK2, εἰς τὴν corr. in γῆν B
<lb/>13 παιδιάδα G ὧν] ὅσων HP(v) ἀνθρωπεία K1Z 
<lb/>14 τῶν . . . καρπῶν VO
<lb/>15 φασὶ τοὺς ἄλλους transp. CVOZ
<lb/>16 ἐπιβαίνων τε καὶ ἀναχεόμενος om. BEMAG γυμνάζει G
<lb/>17 αἰ] αἱ δ’ HP(v) ὑετοῦ post φορᾶς transp. VO φορὰν ἀφθονίαν BEM, φόρον ἄφθονον KZ 
<lb/>9 Clem. Alex. Strom. Ι
<lb/>23 p. 411 P. Μωυσῆς ἄνωθεν τὸ γένος Χαλδαῖος ὢν ἐν Αἰγύπτῳ γεννᾶται, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμὸν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον μεταναστάντων. Ps.Iustin. Coh. ad gent.
<lb/>10 . . . οὗτοι Φίλων τε καὶ Ἰώσηπος) γὰρ τὰς Ἰουδαίων ἱστοροῦντες πράξεις ἀπὸ μὲν τοῦ Χαλδαίων γένους γεγενῆσθαί φασι· τῶν δὲ προγόνων αὐτοῦ διά λιμοῦ πρόφασιν ἀπό τῆς Φοινίκης ἐπὶ τὴν Αἴγυπτον μεταναστάντων, ἐκεῖ τὸν ἄνδρα τετέχθαι φασίν loann. Lyd. de mens. IV
<lb/>47 (p. 103,17 Wuensch) . . . καὶ γὰρ ὁ Φίλων τὸν Μωυσέως βίον ἀναγράφων Χαλδαῖον εἶναι αὐτὸν λέγει, γεγενῆσθαι δὲ ἐν Αἰγύπτῳ, ὡς τῶν προγόνων αὐτοῦ ἐκεῖσε κατελθόντων διὰ λιμὸν κατασχόντα Βαβυλῶνα καὶ τὰς πλησιοχώρους.</note>  

<pb n="v.4.p.121"/>
ἀνὰ πᾶν ἔτος χορηγοῦσιν, εἰ μή που μεσολαβήσειεν ὀργὴ θεοῦ δι’ ἐπιπολάζουσαν
ἀσέβειαν τῶν οἰκητόρων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="7"><p>πατρὸς δὲ καὶ μητρὸς ἔλαχε τῶν καθ’ ἑαυτοὺς ἀρίστων, οὓς φυλέτας ὄντας ἡ ὁμοφροσύνη μᾶλλον
ᾠκείωσεν ἢ τὸ γένος. ἑβδόμη γενεὰ <add>δ’</add> οὗτός ἐστιν ἀπὸ τοῦ πρώτου,
<lb n="5"/> ὃς ἐπηλύτης ὢν τοῦ σύμπαντος Ἰουδαίων ἔθνους ἀρχηγέτης ἐγένετο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="8"><p><milestone unit="altref" n="3"/> τροφῆς δ’ ἠξιώθη βασιλικῆς ἀπ’ αἰτίας τοιᾶσδε· τῆς χώρας ὁ βασιλεύς, εἰς πολυανθρωπίαν ἐπιδιδόντος ἀεὶ τοῦ ἔθνους, δείσας μὴ οἱ
ἔποικοι πλείους γενόμενοι δυνατωτέρᾳ χειρὶ τοῖς αὐτόχθοσι περὶ κράτους
ἀρχῆς ἁμιλλῶνται, τὴν ἰσχὺν αὐτῶν ἀφαιρεῖν ἐπινοίαις ἀνοσιουργοῖς
 ἐμηχανᾶτο  <milestone unit="altpage2" n="p. 82 Μ."/> καὶ κελεύει τῶν γεννωμένων τὰ μὲν θήλεα τρέφειν — ἐπεὶ
<lb n="11"/> γυνὴ διὰ φύσεως ἀσθένειαν ὀκνηρὸν εἰς πόλεμον  —, τὰ δ’ ἄρρενα διαφθείρειν,
ἵνα μὴ αὐξηθῇ κατὰ πόλεις· εὐανδροῦσα γὰρ δύναμις δυσάλωτον
καὶ δυσκαθαίρετον ἐπιτείχισμα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="9"><p>γεννηθεὶς οὖν ὁ παῖς εὐθὺς ὄψιν ἐνέφαινεν ἀστειοτέραν ἢ κατ’ ἰδιώτην, ὡς καὶ τῶν τοῦ τυράννου κηρυγμάτων,
<lb n="15"/> ἐφ’ ὅσον οἷόν τε ἦν, τοὺς γονεῖς ἀλογῆσαι· τρεῖς γοῦν φασι
μῆνας ἐφεξῆς οἴκοι γαλακτοτροφηθῆναι λανθάνοντα τοὺς πολλούς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="10"><p>ἐπεὶ δ’, οἷα ἐν μοναρχίαις φιλεῖ, καὶ τὰ ἐν μυχοῖς ἔνιοι διηρεύνων σπεύδοντες
ἀεί τι καινὸν ἄκουσμα προσφέρειν τῷ βασιλεῖ, φοβηθέντες μὴ σωτηρίαν
ἑνὶ μνώμενοι πλείους ὄντες αὐτοὶ σὺν ἐκείνῳ παραπόλωνται, δεδακρυμένοι
<note xml:lang="mul" type="footnote"><lb/>1 μή που CEAGHP: μήπω ceteri μεσολαβήσῃ ἐν Ὀργῆ L (Turn.)
<lb/>2 ἔλαχε] ἔτυχε V2OKZ
<lb/>4 ἑβδόμοις Z1 δ’ addidi
<lb/>5 ἐπηλύτης C γετης ἀρχηγενέτης Κ
<lb/>8 ἔποικοι K1ZHP: ἄποικοι ceteri τοῖς αὐτόχθοσι δυνατωτέρα χειρὶ transp. KZ
<lb/>9 ὑφαιρεῖν KZ (fort. recte)
<lb/>10 post τῶν add. μέν AG γενομένων L (Turn.)
<lb/>12 εὐανδροῦσα γὰρ] ἐπεὶ εὐανδροῦσα ΗP(v)
<lb/>13 εὐθὺς om. BEMAG
<lb/>14 ἐνέφηνεν HP(v) τοῦ τυράννου MAGK: τοῦ om. ceteri
<lb/>15 ἀλγῆσαι P γοῦν HP: οὖν ceteri 
<lb/>16 ἐφετῆς HP Clem.: ἑξῆς ceteri λανθάνον Κ, λανθάνων Z
<lb/>17 ἔνιοι διηρεύνων HP: ἕτεροι διερευνᾶν ceteri
<lb/>18 κοινὸν L (Turn.)
<lb/>19 πλείονες HP παραπόλλωνται P, παραπόλλυνται H, προσαπόλωνται A(v), προσαπόλλωνται G 
<lb/>4 sqq. pergit Clem. Alex. l. l.: ἑβδόμῃ γενεᾷ γεννηθεὶς καὶ τραφεὶς βασιλικῶς περιστάσει κέχρηται τοιαύτῃ· εἰς πολυανθρωπίαν ἐπιδεδωκότων ἐν Αἰγύπτῳ τῶν Ἑβραίων, δείσας ὁ βασιλεὺς τῆς χώρας τὴν ἐκ τοῦ πλήθους ἐπιβουλὴν τῶν γεννωμένων ἐκ τῶν Ἑβραίων κελεύει τὰ μὲν θήλεα τρέφειν αὐτούς—ἀσθενὲς γὰρ εἰς πόλεμον γυνή —, διαφθείρειν δὲ τὰ ἄρρενα, εὐαλκῆ νεότητα ὑφορώμενος. εὐπατρίδην δὲ τὸν παῖδα ὄντα τρεῖς ἐφεξῆ,ς κρύπτοντες ἔτρεφον μῆνας οἱ γονεῖς, νικώσης τῆς φυσικῆς εὐνοίας τὴν τυραννικὴν ὠμότητα· δείσαντες δὲ ὕστερον μὴ συναπόλωνται τῷ παιδί, ἐκ βύβλου τῆς ἐπιχωρίου σκεῦός τι ποιησάμενοι τὸν παῖδα ἐνθέμενοι ἐκτιθέασι παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἑλώδους ὄντος· ἐπετήρει δὲ τὸ ἀποβησόμενον ἄπωθεν ἑστῶσα τοῦ παιδὸς ἡ ἀδελφή.
<lb/>6 sqq. Exod. cap. 1. 2.</note>  

<pb n="v.4.p.122"/>
τὸν παῖδα ἐκτιθέασι παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ καὶ στένοντες ἀπῄεσαν,
οἰκτιζόμενοι μὲν αὑτοὺς τῆς ἀνάγκης αὐτόχειράς τε καὶ τεκνοκτόνους
ἀποκαλοῦντες, οἰκτιζόμενοι δὲ καὶ τὸν παῖδα τῆς παραλογωτάτης ἀπωλείας.
</p></div></div></div></body></text></TEI>