τύχης γὰρ ἀσταθμητότερον οὐδὲν ἄνω καὶ κάτω τὰ ἀνθρώπεια πεττευούσης, ἣ μιᾷ πολλάκις ἡμέρᾳ τὸν μὲν ὑψηλὸν καθαιρεῖ, τὸν δὲ ταπεινὸν μετέωρον ἐξαίρει· καὶ ταῦτα ὁρῶντες ἀεὶ γινόμενα καὶ σαφῶς εἰδότες ὅμως ὑπερόπται μὲν οἰκείων καὶ φίλων εἰσί, νόμους δὲ παραβαίνουσι, καθ’ οὓς ἐγενήθησαν καὶ ἐτράφησαν, ἔθη δὲ πάτρια, οἷς μέμψις οὐδεμία πρόσεστι δικαία, κινοῦσιν ἐκδεδιῃτημένοι καὶ διὰ τὴν τῶν παρόντων ἀποδοχὴν οὐδενὸς ἔτι τῶν ἀρχαίων μνήμην λαμβάνουσιν. ὁ δὲ ἐπ’ αὐτὸν φθάσας τὸν ὅρον τῆς ἀνθρωπίνης εὐτυχίας καὶ θυγατριδοῦς μὲν τοῦ τοσούτου βασιλέως νομισθείς, τῆς δὲ παππῴας ἀρχῆς ὅσον οὐδέπω γεγονὼς ἐλπίσι ταῖς ἁπάντων διάδοχος καὶ τί γὰρ ἄλλ’ ἢ ὁ νέος βασιλεὺς προσαγορευόμενος, τὴν συγγενικὴν καὶ προγονικὴν ἐζήλωσε παιδείαν, τὰ μὲν τῶν εἰσποιησαμένων ἀγαθά, καὶ εἰ λαμπρότερα καιροῖς, νόθα εἶναι ὑπολαβών, τὰ δὲ τῶν φύσει γονέων, εἰ καὶ πρὸς ὀλίγον ἀφανέστερα, οἰκεῖα γοῦν καὶ γνήσια· καθάπερ τε κριτὴς ἀδέκαστος τῶν γεννησάντων καὶ τῶν εἰσποιησαμένων τοὺς μὲν εὐνοίᾳ καὶ τῷ φιλεῖν ἐκθύμως τοὺς δ’ εὐχαριστίαις ἀνθ’ ὧν εὖ ἔπαθεν ἠμείβετο καὶ μέχρι παντὸς ἠμείψατ’ ἄν, εἰ μὴ κατεῖδεν ἐν τῇ χώρᾳ μέγα καινουργηθὲν ὑπὸ τοῦ βασιλέως ἀσέβημα. ξένοι γὰρ ἦσαν, ὡς ἔφην πρότερον, οἱ Ἰουδαῖοι, τῶν τοῦ ἔθνους ἀρχηγετῶν διὰ λιμὸν ἀπορίᾳ τροφῆς ἐκ 1 συνηχοῦντες AHPv2O Barb.: συνηχοῦντας ceteri 2 αὐτῶ Z μόνω G βραχείας A (prob. Mang.) τινος] τις K1Z 3 pr. καὶ G (cini. Mang.): om. ceteri alt. καὶ GHP: τε καὶ ceteri 4 ἄχθη GHP: ἄχθος ecteri (prob. Mang.) 5 ἑαυτοῖς KZ: αὐτοῖς VOH, αὐτοῖς ceteri οἱ μηδὲ Z (fort. recte) 7 οὐδὲ ἓν CVOK2 τἀνθρώπια O, τὰ ἀνθρώπια CG, τὰ ἀνθρώπινα Α ἢ μιᾷ C, ἡ μία GH(v prob. Wendl., v. Test.) 8 ὑψηλότερον VOK2 ταπεινότερον VOK2 9 pr. καὶ om. KZ 10 οἰκείων] ἐκείνων Turn. 11 ἤθη Turn. πατρῷα M 13 δ’ CGHPKZ 15 πατρῴας HP (Turn.) 15. 16 γεγονὼς ὅσον οὐδέπω transp. G 16 ὁ om. M 18 καὶ] κἀν coni. Mang. 20 καὶ καθάπερ KZ τε GHP: τις ceteri 21 τῷ] τὸ G 22 ἐκθύμως] προθύμως BEMA (Mang.) δὲ VO ἀνθῶν CZ 23 ἠμείψαιτ᾿ Z, ἠμείβετ’ M 4 „ἄχθος ἀρούρης“ Hom. Il. Σ 104. Od. υ 379 7— 9 Eur. frg. 420 N. cf. ad vol. III 23721 Βαβυλῶνος καὶ τῶν ἄνω σατραπειῶν εἰς Αἴγυπτον μεταναστάντων, καὶ τρόπον τινὰ ἱκέται καταπεφευγότες ὡς ἐπ’ ἄσυλον ἱερὸν τήν τε βασιλέως πίστιν καὶ τὸν ἀπὸ τῶν οἰκητόρων ἔλεον. οἱ γὰρ ξένοι παρ’ ἐμοὶ κριτῇ τῶν ὑποδεξαμένων ἱκέται γραφέσθωσαν, μέτοικοι δὲ πρὸς ἱκέταις καὶ φίλοι, σπεύδοντες εἰς ἀστῶν ἰσοτιμίαν καὶ γειτνιῶντες ἤδη πολίταις, ὀλίγῳ τῶν αὐτοχθόνων διαφέροντες.