<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1" subtype="book" n="1"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="26"><p>καὶ τῶν ἄλλων μέντοι παθῶν ἕκαστον ἐξ ἑαυτοῦ μεμηνὸς καὶ <lb n="5"/>
λελυττηκὸς φύσει τιθασεύων κἀξημερῶν ἐπράυνεν· εἰ δέ που διακινηθείη
μόνον ἡσυχῇ καὶ πτερύξαιτο, κολάσεις ἐμβριθεστέρας παρείχετο ἢ διὰ
λόγων <milestone unit="altpage1" n="p. 85 Μ."/>  ἐπιπλήξεις· καὶ συνόλως τὰς πρώτας τῆς ψυχῆς ἐπιβολάς τε καὶ
ὁρμὰς ὡς ἀφηνιαστὴν ἵππον ἐπετήρει δεδιώς, μὴ προεκδραμοῦσαι τοῦ
ἡνιοχεῖν ὀφείλοντος λογισμοῦ πάντα διὰ πάντων συγχέωσιν· αὗται γάρ <lb n="10"/>
εἰσιν αἱ ἀγαθῶν αἴτιαι καὶ κακῶν, ἀγαθῶν μέν, ὅταν ἡγεμόνι λόγῳ
 πειθαρχῶσι, τῶν δ’ ἐναντίων, ὅταν εἰς ἀναρχίαν ἐκδιαιτῶνται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="27"><p>κατὰ τὸ
εἰκὸς οὖν οἵ τε συνδιατρίβοντες καὶ οἱ ἄλλοι πάντες ἐτεθήπεσαν, ὡς
ἐπὶ καινῷ θεάματι καταπληττόμενοι καὶ τίς ἄρα ὁ ἐνοικῶν αὐτοῦ τῷ
σώματι καὶ ἀγαλματοφορούμενος νοῦς ἐστι, πότερον ἀνθρώπειος ἢ θεῖος <lb n="15"/>
ἢ μικτὸς ἐξ ἀμφοῖν, διερευνώμενοι, τῷ μηδὲν ἔχειν τοῖς πολλοῖς
 ὅμοιον, ἀλλ’ ὑπερκύπτειν καὶ πρὸς τὸ μεγαλειότερον ἐξῆρθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="28"><p>γαστρί
τε γὰρ ἔξω τῶν ἀναγκαίων δασμῶν, οὓς ἡ φύσις ἔταξεν, οὐδὲν πλέον
ἐχορήγει, τῶν τε ὑπογαστρίων ἡδονῶν εἰ μὴ μέχρι σπορᾶς παίδων
 γνησίων οὐδὲ ἐμέμνητο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="29"><p>γενόμενός τε διαφερόντως ἀσκητὴς ὀλιγοδεείας <lb n="20"/>
καὶ τὸν ἁβροδίαιτον βίον ὡς οὐδεὶς ἕτερος χλευάσας — ψυχῇ γὰρ
ἐπόθει μόνῃ ζῆν, οὐ σώματι — τὰ φιλοσοφίας δόγματα διὰ τῶν καθ’
ἑκάστην ἡμέραν ἔργων ἐπεδείκνυτο, λέγων μὲν οἷα ἐφρόνει, πράττων
δὲ ἀκόλουθα τοῖς λεγομένοις εἰς ἁρμονίαν λόγου καὶ βίου, ἵν’ οἷος ὁ
λόγος τοιοῦτος ὁ βίος καὶ οἷος ὁ βίος τοιοῦτος ὁ λόγος ἐξετάζωνται <lb n="25"/>
<note xml:lang="mul" type="footnote"><lb/>1 post ἐπέτεινε add. καὶ GHP
<lb/>2 ἐχούσης Α (Turn.)
<lb/>4 ἐνδυσάμενος Bard. αὐταῖς Z
<lb/>5 μέν τι G μεμηνὼς G
<lb/>6 τιθασεύων CG: τιθασσεύων ceteri καὶ ἐξημερῶν GPKZ Βarb. δέ <add>τι</add> coni. διακινηθῆ Η1Ρ
<lb/>7 ἐκβριθεστέρας G 7.
<lb/>8 ἢ . . . ἐπιπλήξεις GHP Barb.: ἡ . . . ἐπίπληξις ceteri
<lb/>8 τῆς ψυχῆς om. KZ ἐπιβουλὰς P
<lb/>9 προεκδραμοῦσι H
<lb/>10 συγχύσωσιν BEMA
<lb/>11 αἴτιαι BMK1ZHP: αἰτίαι ceteri 
<lb/>14 ἄρα] ἂν P
<lb/>15 ἀνθρώπιος CMG ἀνθρώπινος Barb.)
<lb/>17 ἐξῆρθαι AGHPK1Z Barb.: ἐξῆλθε BEM, ἐξελθεῖν CVOK2
<lb/>18 πλέον GHP Barb.: om. ceteri 19.
<lb/>20 γνησίων σπορᾶς παίδων transp. CVO Barb.
<lb/>20 γνησίων om. Α οὐδ’ Α, οὐδέν HPKZ τε] δὲ BEMA ὀλιγοδείας CAHP, ὀλιγοδείας MO 
<lb/>21 βίοτον Κ οὐδεὶς] οὐδ’ εἴ τις Barb.
<lb/>22 ἐπεπόθει GHP Barb. μόνον ζῆν BEM, ζῆν μόνον A
<lb/>23 ἔργων ἡμέραν transp. BEMAVO ἔργον Z ἐπεδείκνυτο ἔργων trausp. C
<lb/>24 βίου καὶ λόγου transp. G
<lb/>25 βίος et λόγος um λόγος et βίος transp. KZ ἐξετάζωνται AHV2O Barb.: ἐξετάζων τὲ ceteri</note>  

<pb n="v.4.p.127"/>
καθάπερ ἐν ὀργάνῳ μουσικῷ συνηχοῦντες.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="30"><p>οἱ μὲν οὖν πολλοί, κἂν αὐτὸ μόνον αὔρα βραχεῖά τινος εὐτυχίας προσπέσῃ, φυσῶσι καὶ πνέουσι
μεγάλα καὶ καταλαζονευόμενοι τῶν ἀφανεστέρων καθάρματα καὶ παρενοχλήματα
καὶ γῆς ἄχθη καὶ ὅσα τοιαῦτα ἀποκαλοῦσιν, ὥσπερ τὸ ἀκλινὲς
<lb n="5"/> τῆς εὐπραγίας ἐν βεβαίῳ παρ’ ἑαυτοῖς εὖ μάλα σφραγισάμενοι μηδὲ
μέχρι τῆς ὑστεραίας ἴσως διαμενοῦντες ἐν ὁμοίῳ.</p></div></div></div></body></text></TEI>