διαπορούσης δ’ ἔτι, τὴν ἀδελφὴν τοῦ παιδὸς καθάπερ ἀπὸ σκοπῆς τὸν ἐνδοιασμὸν στοχασαμένην πυνθάνεσθαι προσδραμοῦσαν, εἰ βουλήσεται γαλακτοτροφηθῆναι τοῦτον παρὰ γυναίῳ τῶν Ἑβραϊκῶν οὐ πρὸ πολλοῦ κυήσαντι· τῆς δὲ βούλεσθαι φαμένης, τὴν αὑτῆς καὶ τοῦ βρέφους μητέρα παραγαγεῖν ὡς ἀλλοτρίαν, ἣν ἑτοιμότερον ἀσμένην ὑπισχνεῖσθαι πρόφασιν ὡς ἐπὶ μισθῷ τροφεύσειν, ἐπινοίᾳ θεοῦ τοῦ τὰς πρώτας τροφὰς τῷ παιδὶ γνησίας εὐτρεπίζοντος· εἶτα δίδωσιν ὄνομα θεμένη Μωυσῆν ἐτύμως διὰ τὸ ἐκ τοῦ ὕδατος αὐτὸν ἀνελέσθαι· τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι. Ἐπεὶ δ’ ἀθρόας ἐπιδόσεις καὶ παραυξήσεις λαμβάνων οὐ σὺν 2. 3 μετὰ τῶν θεραπαινίδων VO 4 μέλλουσαν — θεάσασθαι (5) om. H1P, add. mg. H2 αὐτὸ KZH2 5 εἶτ’ Α 6 τ’ Α εὐμορφίαν καὶ εὐεξίαν GHP: εὐεξίαν καὶ εὐμορφίαν ceteri ἀποδέξασθαι K1Z 8 γνοῦσαν GHP: γνοῦσα ceteri 9 τὸ τοῦ βασιλέως πρόσταγμα VO βουλεύεται KZ 10 εὐθὺς] αὐτὴ V, αὐτὴ OK2 11 σκοπιῆς VOK2, σκοπιᾶς G, σκοποῦ K1ZH2 τοῦ ἐνδοιασμοῦ coni. Mang.; sed cf. e. gr. Ι 19,9 13 τοῦτον scripsi: τοῦτο codd. (v) περὶ Z γυναίῳ τῶν ἑβραϊκῶν H1P: γυναίῳ ἑβραϊκῶ k1ZH2, γυναίων ἑβραϊκῶν V2OK2, γυναικῶν ἑβραϊκῶν ceteri οὐ—κυήσαντι om. ΒΕΑ κυήσαντι GHP: κυησάσῃ Κ1Ζ, κυησασῶν C, κυησάντων ceteri 14 αὑτῆς EVOGH2: αὐτῆς ceteri προσαγαγεῖν VO, πάρα in πρόσ’ corr. Κ 15 ἣν GHPKZ: τὴν δ’ V2O, ὡς ceteri ἀσμένως KZH2 ὑπισχνεῖται K1Z πρόφασιν ὡς BEMA: πρόφασιν (om. ὡς) CVOK2, προφάσει τοῦ GHPK1Z 16 τροφεῦσιν C1Z τοῦ K1ZH2: καὶ CVOK2H1P, om. BEMAG; fort. scribendum τοῦ καὶ 17 θεμένην V1A μωσῆν codd. ἑτοίμως VG 18 ἀνελέσθαι] γενέσθαι Α μῶυ Clem. Al.: μῶς codd. (v) 17 loseph. Ant. lud. II 228 . . . κἀπ’ αὐτῶν τὴν ἐπίκλησιν ταύτην τῶν συμβεβηκότων ἔθετο εἰς τὸν ποταμὸν ἐμπεσόντι· τὸ γὰρ ὕδωρ μῶυ ἰγύπτιοι καλοῦσιν, σῆς ἐσῆς Niese) δὲ τοὺς ἐξ ὕδατος] σωθέντας cf. c. Ap. I 286. Hesych. μῶυ· τὸ ὕδωρ. Suid. μῶυ· τὸ ὕδωρ παρ’ Αἰγυπτίοις, ἐξ οὗ καὶ Μωυσῆς. λόγῳ τῷ κατὰ χρόνον θᾶττον δ’ ἀπότιτθος γίνεται, παρῆν ἡ μήτηρ ἅμα καὶ τροφὸς κομίζουσα τῇ δούσῃ μηκέτι γαλακτοτροφίας δεόμενον, εὐγενῆ καὶ ἀστεῖον ὀφθῆναι. τελειότερον δὲ τῆς ἡλικίας ἰδοῦσα κἀκ τῆς ὄψεως ἔτι μᾶλλον ἢ πρότερον σπάσασα εὐνοίας υἱὸν ποιεῖται τὰ περὶ τὸν ὄγκον τῆς γαστρὸς τεχνάσασα πρότερον, ἵνα γνήσιος ἀλλὰ μὴ ὑποβολιμαῖος νομισθῇ· πάντα δ’ ἐξευμαρίζει θεὸς ἃ ἂν ἐθελήσῃ καὶ τὰ δυσκατόρθωτα. τροφῆς οὖν ἤδη βασιλικῆς καὶ θεραπείας ἀξιούμενος οὐχ οἷα κομιδῇ νήπιος ἥδετο τωθασμοῖς καὶ γέλωσι καὶ παιδιαῖς, καίτοι τῶν τὴν ἐπιμέλειαν αὐτοῦ παρειληφότων ἀνέσεις ἔχειν ἐπιτρεπόντων καὶ μηδὲν ἐπιδεικνυμένων σκυθρωπόν, ἀλλ’ αἰδῶ καὶ σεμνότητα παραφαίνων ἀκούσμασι καὶ θεάμασιν, ἃ τὴν ψυχὴν ἔμελλεν ὠφελήσειν, προσεῖχε.