<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1" subtype="book" n="1"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="11"><p>εἶθ’, ὡς εἰκὸς ἐν ἀλλοκότῳ πράγματι, κατηγόρουν αὑτῶν ὡς
μείζονος αἰτίων συμφορᾶς· „τί γὰρ“ ἔφασκον „εὐθὺς γεννώμενον οὐκ <lb n="5"/>
ἐξεθήκαμεν; τὸν μὴ φθάσαντα τροφῆς ἡμέρου μεταλαχεῖν οὐδ’ ἄνθρωπον
οἱ πολλοὶ νομίζουσιν· ἡμεῖς δ’ οἱ περιττοὶ καὶ τρεῖς μῆνας ὅλους
ἀνεθρέψαμεν, δαψιλεστέρας μὲν ἑαυτοῖς ἀνίας, τῷ δὲ τιμωρίας ἐκπορίζοντες,
ἵν’ ἡδονῶν καὶ ἀλγηδόνων ἐπὶ πλεῖστον ἀντιλαμβάνεσθαι δυνάμενος
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="12"><p> ἐν αἰσθήσει κακῶν ἀργαλεωτέρων διαφθείρηται.“ <milestone unit="altref" n="4"/> καὶ οἱ μὲν <lb n="10"/>
ἀγνοίᾳ τοῦ μέλλοντος ἀπῄεσαν οἰκτρῷ κατεσχημένοι πένθει, ἀδελφὴ δὲ
τοῦ ἐκτεθέντος βρέφους ἔτι παρθένος ὑπὸ φιλοικείου πάθους μικρὸν ἄποθεν
ἐκαραδόκει τὸ ἀποβησόμενον· ἅ μοι δοκεῖ πάντα συμβῆναι κατὰ θεὸν
 προμηθούμενον τοῦ παιδός.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="13"><p>θυγάτηρ ἦν τῷ βασιλεῖ τῆς χώρας ἀγαπητὴ καὶ
μόνη· ταύτην φασὶ γημαμένην ἐκ πολλοῦ χρόνου μὴ κυΐσκειν τέκνων ὡς <lb n="15"/>
εἰκὸς ἐπιθυμοῦσαν καὶ μάλιστα γενεᾶς ἄρρενος, ἣ τὸν εὐδαίμονα κλῆρον
τῆς πατρῴας ἡγεμονίας διαδέξεται κινδυνεύοντα ἐρημίᾳ θυγατριδῶν ἀλλοτριωθῆναι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="14"><p> κατηφοῦσαν δὲ ἀεὶ καὶ στένουσαν ὡς μάλιστα  ἐκείνῃ τῇ
<note xml:lang="mul" type="footnote"><lb/>1 περὶ Η (Turn.)
<lb/>2 αὐτοὺς COMK1Z
<lb/>4 εἰκὸς GHP: om. ceteri ἐν ἄλλω πράγματι ἀλλοκότω HP κατηγορούντων VO αὐτῶν CMK 
<lb/>5 ἔλεγον Z, ἔλεγον corr. in ἔφασκον Κ γεννώμενον VOKZAG2: γενόμενον ceteri 
<lb/>6 τὸν] τὰ M τὸν γὰρ μὴ AG ἡμέρου] ἡμετέρας corr. ex ἡμετέρου Z 
<lb/>7 ὅλους μῆνας transp. CVO, ὅλους om. Α
<lb/>8 ἀνεθρέψαμεν GH2, ἀνεθρέψομεν (sic) H1P ἐθρέψαμεν ceteri ἑαυτοῖς KZ: αὐτοῖς CMGH1P, αὑτοῖς ceteri
<lb/>9 ἡδονῶν] ἐν ὀδυνῶν coni. Mang.
<lb/>11 κατισχημένοι VOMA, κατησχημένοι G πάθει Κ, πάθει HP
<lb/>12 ἔτΙ παρθένος GHP: om. ceteri φιλοικίου Ο, φιλονεικίου M ἴν C, ἄποθεν ο corr. ex ω) Z, ἄπωθεν ω corr. ex ο) Κ, ἄπωθεν Ε
<lb/>14 προμυθούμενον G post θυγάτηρ add. δὲ BMKZ, γὰρ CEVO
<lb/>15 τοῦ χρόνου VOK2 τέκνων GHP Clem.: om. ceteri
<lb/>17 ἡγεμονίας GHP: εὐδαιμονίας καὶ ἡγεμονίς A(v), κληρονομίας καὶ ἡγεμονίας ceteri post κινδυνεύοντα add. ἤδη V2O
<lb/>18 ἀεὶ K1ZH2: om. Α, δὴ ceteri ὡς om. CVO</note> <note xml:lang="mul" type="footnote"><lb/>14 sqq. pergit Clem. Alex.: ἐνταῦθα ἡ θυγάτηρ τοῦ βασιλέως, συχνῷ χρόνῳ μὴ κυΐσκουσα, τέκνων δὲ ἐπιθυμοῦσα, ἐκείνης ἀφικνεῖται τῆς ἡμέρας ἐπὶ τὸν ποταμὸν λουτροῖς καὶ περιρραντηρίοις χρησομένη· ἐπακούσασα δὲ κλαυθμυριζομένου τοῦ παιδὸς κελεύει προσενεχθῆναι ατοικτείρασα ἐζήτει τροφόν. ἐνταῦθα προσδραμοῦσα ἡ ἀδελφὴ τοῦ παιδὸς ἔχειν αυτῃ και κ ἔφασκεν Ἑβραίαν γυναῖκα μὴ πρὸ πολλοῦ τετοκυῖαν, ἢν παραστήσειν αὐτῇ τροφόν, εἰ βούλοιτο· τῆς δὲ συνθεμένης καὶ δεηθείσης παρήνεγκε τὴν μητέρα τὴν τοῦ παιδὸς τροφὸν ἐσομένην ὥς τινα ἄλλην οὖσαν ἐπὶ ῥητῷ μισθῷ. εἶτα τίθεται τῷ παιδίῳ ὄνομα ἡ βασιλὶς Μωυσῆν ἐτύμως διὰ τὸ ἐξ ὕδατος ἀνελέσθαι αὑτό· τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι.</note>  

<pb n="v.4.p.123"/>
ἡμέρᾳ τῷ βάρει τῶν φροντίδων ἀπαγορεῦσαι καὶ δι’ ἔθους ἔχουσαν οἴκοι
καταμένειν καὶ μηδὲ τὰς κλισιάδας ὑπερβαίνειν ἐξορμῆσαι μετὰ θεραπαινίδων
ἐπὶ τὸν ποταμόν, ἔνθα ὁ παῖς ἐξέκειτο· κἄπειτα λουτροῖς καὶ   περιρραντηρίοις χρῆσθαι μέλλουσαν ἐν τῷ δασυτάτῳ τῶν ἑλῶν  <milestone unit="altpage2" n="p. 83 M."/> αὐτὸν
<lb n="5"/> θεάσασθαι καὶ κελεῦσαι προσφέρειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg022.1st1K-grc1:1" subtype="section" n="15"><p>εἶτα ἀπὸ κεφαλῆς ἄχρι ποδῶν καταθεωμένην τήν τε εὐμορφίαν καὶ εὐεξίαν ἀποδέχεσθαι καὶ δεδακρυμένον
ὁρῶσαν ἐλεεῖν, ἤδη τῆς ψυχῆς τετραμμένης αὐτῇ πρὸς μητρῷον πάθος
ὡς ἐπὶ γνησίῳ παιδί· γνοῦσαν δ’ ὅτι τῶν Ἑβραίων ἐστὶ καταδεισάντων
τοῦ βασιλέως τὸ πρόσταγμα βουλεύεσθαι περὶ τῆς τροφῆς αὐτοῦ· μὴ
<lb n="10"/> γὰρ ἀσφαλὲς εὐθὺς εἶναι νομίζειν εἰς τὰ βασίλεια ἄγειν.</p></div></div></div></body></text></TEI>