τὰ τρία κανᾶ σύμβολον τριῶν ἡμερῶν ἐστιν· ἐπισχὼν ταύτας ὁ βασιλεὺς ἀνασκολοπισθῆναί σε καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύσει καὶ καταπτάμενα ὄρνεα τῶν σῶν εὐωχηθήσεται σαρκῶν, ἄχρις ἂν ὅλος ἐξαναλωθῇς.“ καὶ ὁ μὲν ὥσπερ εἰκὸς συγχυθεὶς ἀνατέτραπτο, καραδοκῶν τὴν ὁρισθεῖσαν προθεσμίαν καὶ τῇ διανοίᾳ τὰς ἀνίας προσδεχόμενος. ὡς δ’ αἱ τρεῖς ἡμέραι διῆλθον, γενέθλιος ἐπέστη τοῦ βασιλέως, ἐν ᾗ πάντες οἱ κατὰ τὴν χώραν ἐπανηγύριζον, διαφερόντως δ’ οἱ περὶ τὰ βασίλεια. ἑστιωμένων οὖν τῶν ἐν τέλει καὶ τῆς θεραπείας εὐωχουμένης ὥσπερ ἐν δημοθοινίᾳ, τῶν κατὰ τὸ δεσμωτήριον εὐνούχων ὑπομνησθεὶς ἀχθῆναι κελεύει καὶ θεασάμενος τἀκ τῆς τῶν ὀνείρων διακρίσεως 1 κανᾶ πεμμάτων πλήρη transp. O 2 ἀνώτατον Α εἶναι] ἦν F εἴωθε Κ ἔθος ἐστὶ scripsi): εἴωθε ceteri 3 ποικίλαι δ’ αἱ πρὸς δ. β. σ. περιεργίαι conicio; δ’ #x003E; εἶναι coni. Wendl. τὰς] τε Α 4 ὄρνεις corr. ex ὄρνις Κ, ὄρνις BEMA ἁρπάξειν HP 5 μέχρι C οὖ] ἂν F; μέχρις τοῦ V πάντα CVO, πάντας F καὶ om. F 5. 6 ὑπολείπεσθαι HP, ὑπο- corr. in ἀπο- Κ 6 μὲν om. MA(v) 8 ὀκνῶ τε Κ1: ὀκνότεραι VOK2, ὀκνοτέρα BE, ὀκνηροτέρα M, ὀκνῶ (om. τε) ceteri 9 εἰ καί τις ἄλλος Κ: εἴ γέ τις BEMVO, τις (cet. om.) ceteri (v) εἶναι κακῶν ἄγγελος ΑΚ: ἄγγελος εἶναι κακῶν ceteri συναλγῶ τε Κ: συναγωγαὶ BEMV1, ἐπαγωγαὶ V2O, συναλγῶ γὰρ ceteri τοῖς] ταῖς G 10 ἥκιστα] ἧττον coni. Mang. τῶν om. VO 11 ὀνειράτων F 13 θείων Α: ὁσίων ceteri ἀδικημάτων Α 15 σε ante κελεύσει repet. C 15. 16 καταπτάντα Α 16 ὅλος Α, ὅλως F 17 post εἰκὸς add. ἣν HP ἀνετέτραπτο CFGP; ἀπετέτραπτο coni. Mang. 18 τὰς ἀνίας om. BEM 19 δ’ αἱ] δὲ (om. αἱ) Α γενέθλιον F ᾗ] ὧ F 20 τὴν om. Α δὲ C, δ’ om. AFGP 21 εὐωχούσης VOK2 22 τὸ om. Α 23 τἀκ] κἀκ CVO, τά ἐκ HP Philonis opera vol. IV 6 ἐπισφραγίζεται, προστάξας τὸν μὲν ἀνασκολοπισθῆναι τὴν κεφαλὴν ἀποτμηθέντα, τῷ δὲ τὴν ἀρχὴν ἣν διεῖπε πρότερον ἀπονεῖμαι. Καταλλαγεὶς δὲ ὁ ἀρχιοινοχόος ἐκλανθάνεται τοῦ τὰς καταλλαγὰς προειπόντος καὶ ἕκαστα τῶν συμπεσόντων ἀτυχημάτων ἐπικουφίσαντος, ἴσως μὲν ἐπειδὴ πᾶς ἀχάριστος ἀμνήμων ἐστὶν εὐεργετῶν, ἴσως δὲ καὶ κατὰ πρόνοιαν θεοῦ βουληθέντος τὰς εὐπραγίας τῷ νεανίᾳ μὴ δι’ ἀνθρώπου γενέσθαι μᾶλλον ἢ δι’ ἑαυτοῦ. μετὰ γὰρ διετῆ χρόνον τῷ βασιλεῖ τὰ μέλλοντα τῇ χώρᾳ συμβαίνειν ἀγαθὰ καὶ κακὰ διτταῖς φαντασίαις δι’ ὀνείρου θεσπίζεται ταὐτὸν ὑποσημαινούσαις ἕνεκα βεβαιοτέρας πίστεως.