„ἔδοξα μεγάλην ἄμπελον ἐκπεφυκέναι τριῶν πυθμένων ἓν εὐερνέστατον στέλεχος, τεθηλυῖαν καὶ βοτρυηφοροῦσαν ὡς ἐν ἀκμῇ τῆς ὀπώρας, ὑποπερκαζούσης δὲ τῆς σταφυλῆς δρέψασθαι τῶν βοτρύων καὶ εἰς ἔκπωμα βασιλικὸν ἀποθλίβειν, ὅπερ ἱκανῶς ἔχον ἀκράτου προσενεγκεῖν τῷ βασιλεῖ.“ ὁ δὲ μικρὸν ἐπισχὼν „εὐτυχίαν“ εἶπεν „ἡ φαντασία σοι καταγγέλλει καὶ τῆς προτέρας ἀνάληψιν ἀρχῆς· αἱ γὰρ τρεῖς ῥίζαι τῆς ἀμπέλου τρεῖς ἡμέρας ὑπογράφουσι, μεθ’ ἃς ὑπομνησθήσεταί σου ὁ βασιλεὺς καὶ μεταπεμψάμενος ἐνθένδε παρέξει μὲν ἀμνηστίαν, ἐπιτρέψει δὲ τῆς αὐτῆς μεταποιεῖσθαι τάξεως, καὶ ὑπὲρ βεβαιώσεως τῆς ἀρχῆς οἰνοχοήσεις ἀναδοὺς ἔκπωμα τῷ δεσπότῃ.“ καὶ ὁ μὲν ἐγεγήθει ταῦτ’ ἀκούσας. ὁ δ’ ἀρχισιτοποιὸς ἀποδεξάμενος τὴν διάκρισιν, ὡς καὶ αὐτὸς εὐτυχὲς ὄναρ ἰδών — ἦν δ’ οὐ μετρίως παλίμφημον —, ἀπατηθεὶς ταῖς ἑτέρου χρησταῖς ἐλπίσι φησίν· „ἀλλὰ κἀγὼ κανηφορεῖν 1 δὲ CA: δ’ ceteri ἀρτοσιτοποιός (sic) F ἐν] ἐφ’ VO 3 ἢν] ἧ CAV2K2O οἶόν τε BEF, οἷόν τ᾿ A, εἰ οἷόν τε CVOK ἦν Α, ἢν F, ᾖ om. ΒΕΜ 4 ἐργάσασθαι CK1, ἀπεργάσηται VOK2 ἑαυτὸν corr. ex ἑαυτῶ F α γ εὐνούχους β 5 ἐπιὼν] ἐπὶ F 6 γέμοντας τοὺς δεσμώτας μᾶλλον ἢ πρότερον Κ εὐνούχους corr. ex δεσμώτας Ο 7 σφόδρα ΒEKVO προπεπτωκέναι G ἐπυνθάνετο τὴν αἰτίαν om. M 8 ἀποκριναμένων CABEKM: ἀποκρινομένων ceteri καὶ ἄσης F ἄσης] πάσης VO καὶ om. VO, ἄσης καὶ om. Α ἀδημονίας] ἀθυμίας A 9 διακρίνοντος Α 10 βουλεύεται AF 11 πρότερον CAVO 12 ἔδοξε BEM εἰς ἓν F, ἓν om. BEMHP1 13 βοτρυοφοροῦσαν MAHO ὡς om. Α 14 ὑπερπερκαζούσης Α 15 εἰς] ὡς G καὶ ante ὅπερ add. F 15. 16 ἔχον ἱκανῶς ἀκράτου τῶ βασιλεῖ προσενεγκεῖν Κ 16 σοι om. Α 19 ὁ βασιλεὺς om. PH1, add. mg. P2 20 δὲ CA: δὲ καὶ ceteri 21 ταῦτα CK 22 δὲ CVO ὡς] ὃς BEMG 23 καὶ om. A εὐτυχές] ἔτυχεν CBEM 24 ἑταίρου Α ἐλπίσι χρησταῖς transp. Α ἔδοξα καὶ τρία πλήρη κανᾶ πεμμάτων κομίζειν ἐπὶ τῆς κεφαλῆς, τὸ δ’ ἀνωτάτω πλῆρες εἶναι παντοίων γενῶν, οἷς ἔθος ἐστὶ χρῆσθαι τὸν βασιλέα — ποικίλας δ’ εἶναι τὰς πρὸς δίαιταν βασιλικὴν σιτοπόνων περιεργίας —, ὄρνεις δὲ καθιπταμένους ἁρπάζειν ἀπὸ τῆς κεφαλῆς καὶ ἀπλήστως ἐμφορεῖσθαι, μέχρις οὗ πάντ’ ἀναλῶσαι καὶ μηδὲν τῶν εὐτρεπισθέντων ὑπολιπέσθαι.“ ὁ δὲ „ἐβουλόμην μὲν“ εἶπε „μὴ παραστῆναί σοι τὴν φαντασίαν ἢ φανεῖσαν ἡσυχασθῆναι ἤ, εἰ καὶ διηγεῖτό τις, μακρὰν γοῦν, ἵνα μὴ κατακούσαιμι, τῶν ἐμῶν ὤτων γενέσθαι τὴν διήγησιν· ὀκνῶ τε γάρ, εἰ καί τις ἄλλος, εἶναι κακῶν ἄγγελος συναλγῶ τε τοῖς ἐν συμφοραῖς, ἕνεκα φιλανθρωπίας οὐχ ἥκιστα τῶν ὑπομενόντων ὀδυνώμενος. ἀλλ’ ἐπειδὴ τοῖς ὀνείρων κριταῖς ἀληθεύειν ἀναγκαῖον θεῖα λόγια διερμηνεύουσι καὶ προφητεύουσι, λέξω μηδὲν ὑποστειλάμενος· ἀψευδεῖν γὰρ ἐπὶ μὲν πάντων ἄριστον, ἐπὶ δὲ τῶν θείων ἀποφθεγμάτων καὶ ὁσιώτατον.