τὸ γοῦν χωρίον οὐδ’ ὀνομάζειν ἔτ’ ἠξίουν εἱρκτήν, ἀλλὰ σωφρονιστήριον· ἀντὶ γὰρ βασάνων καὶ τιμωριῶν, ἃς νύκτωρ καὶ μεθ’ ἡμέραν ὑπέμενον τυπτόμενοι καὶ καταδούμενοι καὶ τί κακὸν οὐ πάσχοντες, λόγοις καὶ δόγμασι τοῖς φιλοσοφίας ἐνουθετοῦντο καὶ ταῖς ἀνυσιμωτέραις παντὸς λόγου πράξεσι τοῦ διδάσκοντος. τὸν γὰρ αὑτοῦ βίον σωφροσύνης καὶ πάσης ἀρετῆς οἷα γραφὴν ἀρχέτυπον εὖ δεδημιουργημένην ἐν μέσῳ θεὶς ἐπέστρεψε καὶ τοὺς πάνυ δοκοῦντας ἀνιάτως ἔχειν, οἷς μακραὶ νόσοι τῆς ψυχῆς ἐλώφησαν ἤδη κακίζουσιν ἐπὶ τοῖς πεπραγμένοις αὑτοὺς καὶ μετανοοῦσι καὶ τοιαῦτ’ ἐπιφθεγγομένοις· „ποῦ ποτ’ ἄρ’ ἦν πάλαι τοσοῦτον ἀγαθόν, οὗ τὴν ἀρχὴν ἐσφάλημεν; ἰδοὺ γὰρ ἐπιλάμψαντος αὐτοῦ, ὡς πρὸς κάτοπτρον τὴν ἀκοσμίαν ὁρῶντες αὑτῶν αἰσχυνόμεθα“. τοῦτον τὸν τρόπον βελτιουμένων εἰσάγονται 1 post συνοῦσιν add. ἡδέσι καὶ ἀγαθοῖς HP(v) τοῖς alt. om. BEK1 2 τι BEM: om. ceteri τῆς] τὰς V2O 3 οὑν AFG: δ’ H, om. ceteri κλέπτες C, κλέπται M 4 βιοφθορεῦσιν Η ἀνδροφόνοις om. Η 5 σπῶνται] υ ν σϋνυῶνται (sic) H, συνυλῶνται L 6 πολυμμιγοῦς V ἓν ex ἐν corr. HP μιαρὸν VO 7 ἀπὸ A 8 ἐκκεχειρίας VAP 9 τῆς] τοῖς B1E προσσχήατος E ἔτι μένειν coni. Wendl. 10 δὲ C τάξιν] πρᾶξιν HP(v): προστασίαν coni. Mang. 11 γοῦν] γὰρ C 12 ἔτι F 13 νύκτωρ] νύκταις corr. in νύκτας C 14 κακὸν corr. ex κακῶν G, κακῶν EFHP τοῖς C, τοῖς ex τῆς corr. H: τῆς ceteri 16 αὐτοῦ V2H2: αὐτοῦ ceteri 17 εὖ] οὐ G ἐπέτρεψε BEM, ἐπέστρεφε V2O, ὑπέστρεψε F 18 ἐλόφησαν C 19 αὑτοὺς O, αὐτοὺς KF, αὐτοὺς corr. ex αὐτοῖς V: αὐτοῖς ceteri (v) τοιαῦτα Α ἐπιφθεγγόμενοι VO 20 ἄρα Κ πάλαι om. Α, post ἀγαθὸν transp. F 21 γάρ CA: γὰρ καὶ ceteri ὡς] καὶ F κάτοπτον Ε 21. 22 αὑτῶν ὁρῶντες transp. CV 22 αὐτῶν CKOFH1P, αὐτῶν om. Α αἰσχυνόμεθα—ἀρχιοινοχόος (80,1) om. F βελτιουμένων] εἰσαγομένων Ο 2. 3 DK fol. 249v Φίλωνος ἐκ τοῦ εἰς τὸν Ἰωσήφ: δεινὸν τὸ ἔθος—πρὸς φύσι 22 sqq. Gen. cap. 40 δύο εὐνοῦχοι τοῦ βασιλέως, ὁ μὲν ἀρχιοινοχόος, ὁ δὲ ἀρχισιτοποιός, ἐν οἷς ἐπετράπησαν κατηγορηθέντες καὶ καταγνωσθέντες. ὁ δὲ καὶ τούτων τὴν ἐπιμέλειαν ἣν καὶ τῶν ἄλλων ἐποιεῖτο, εὐχόμενος ὅπως οἷός τε ᾖ μηδὲν χείρους τῶν ἀνεπιλήπτων ἀπεργάσασθαι τοὺς ὑφ’ ἑαυτῷ. χρόνου δ’ οὐ μακροῦ διελθόντος, ἐπιὼν τοὺς δεσμώτας ὁρᾷ συννοίας καὶ κατηφείας γέμοντας μᾶλλον ἢ πρότερον τοὺς εὐνούχους καὶ στοχασάμενος ἐκ τῆς σφοδρᾶς λύπης προσπεπτωκέναι τι νεώτερον ἐπυνθάνετο τὴν αἰτίαν. ἀποκριναμένων δέ, ὡς ὀνείρους ἰδόντες ἄσης καὶ ἀδημονίας πεπλήρωνται, μηδενὸς ὄντος τοῦ διακρινοῦντος, „θαρσεῖτε“ ἔφη „καὶ διηγεῖσθε, γνώριμοι γὰρ ἔσονται βουλομένου θεοῦ· βούλεται δὲ τὰ συνεσκιασμένα τῶν πραγμάτων ἀνακαλύπτειν τοῖς ἀλήθειαν ποθοῦσιν.“ εἶτα πρότερος ὁ ἀρχιοινοχόος φησίν·