ὅσης δ’ ἀπανθρωπίας οἱ εἱρκτοφύλακες γέμουσι καὶ ὠμότητος, οὐδεὶς ἀγνοεῖ· φύσει τε γὰρ ἀνηλεεῖς εἰσι καὶ μελέτῃ συγκροτοῦνται θηριούμενοι καθ’ ἑκάστην ἡμέραν πρὸς ἀγριότητα, χρηστὸν μὲν οὐδὲν ἀλλ’ οὐδ’ ἐκ τύχης ὁρῶντες ἢ λέγοντες ἢ δρῶντες, ὅσα δὲ βιαιότατα καὶ χαλεπώτατα. καθάπερ γὰρ οἱ τὰ σώματα εὐπαγεῖς, ὅταν τὴν ἐξ ἀθλητικῆς ἄσκησιν προσλάβωσι, νευροῦνται δύναμιν ἀνανταγώνιστον καὶ εὐεξίαν ὑπερβάλλουσαν κτώμενοι, τὸν αὐτὸν τρόπον, ὅταν ἀτίθασος καὶ ἀμείλικτος φύσις ἄσκησιν εἰς τὸ ἀνήμερον προσλάβῃ, διχόθεν ἄβατος καὶ ἀπρόσιτος οἴκτῳ γίνεται, χρηστῷ πάθει καὶ φιλανθρώπῳ. ὥσπερ γὰρ οἱ τῶν ἀγαθῶν ὁμιληταὶ βελτιοῦνται τοὺς τρόπους 1 ἠρμένον AFGHP ἐκτὸς AFGHP: om. K, ἐκ ceteri (ss. Κ2) πάντων] πάνυ ἰῶν Κ τῶν παθῶν VO ἱστάμενος Α 2 ἐπιθυμίας om. Α 3 συλλαβὸν C τὸ P καὶ om. VO 4 πρὸς C1 5. 6 ἐξ οὗπερ γίνεται BEKM 6 καὶ om. Α 7 δὴ] οὖν Α 8 πλασαμένη M, πλασάμενος F 9 αὕτη A μηδὲ C 9. 10 εἰς τὴν εἱρκτὴν F 11 ἐκεῖ CAVO: ἐκεῖσε ceteri 12 #x003E; ἀλεξίκακον coni. Mang. 12. 13 εὑρηκέναι ἀλεξίκακον transp. Κ 13 δ’ om. CVO οἱ εἱρκτοφύλακες ἀπανθρωπίας transp. CVO 15 συγκροτούμενοι θηριοῦνται V2O θηριούμενοι post ἡμέραν transp. Α καθ’ CAKV2: καὶ ante καθ’ add. ceteri 16 ἀλλ’ οὐδ’ ἐκ τύχης Κ (V1 ut vid.) cf. § 238: ἀλλ’ οὐδὲ τύχης BEM, ἀλλ’ οὐδ’ εὐμενὲς V2O, om. ceteri (v) λέγοντες ἡ δρῶντες ἢ ὁρῶντες transp. Α; δρῶντες ἢ λέγοντες ἢ ὁρῶντες Mang. 17 βιαιότητα M, βεβαιότατα B1E 17. 18 εὐπραγεῖς Α 18 ἀθλητικῆς C: ἀσκητικῆς ceteri ἄσκησιν] ἐκτριβὴν V2K2O 20 ἀτίθασος CBEHP: ἀτίθασσος ceteri καὶ ἀμείλικτος om. Α προσλάβοι Α 21 γίνεται Κ1: ἑνὶ ceteri; ἢ ἑνὶ Mang. πάθει χρηστῶ transp. CA 22 καὶ ὥσπερ H γὰρ om. 1 8 sqq. Gen. 392123 χαίροντες τοῖς συνοῦσιν, οὕτω καὶ οἱ τοῖς πονηροῖς συζῶντες ἀπομάττονταί τι τῆς ἐκείνων κακίας· δεινὸν γὰρ τὸ ἔθος ἐξομοιῶσαι καὶ βιάσασθαι πρὸς φύσιν. συνδιατρίβουσιν οὖν οἱ εἱρκτοφύλακες λωποδύταις, κλέπταις, τοιχωρύχοις, ὑβρισταῖς, βιαίοις, φθορεῦσιν, ἀνδροφόνοις, μοιχοῖς, ἱεροσύλοις, ὧν ἀφ’ ἑκάστου σπῶνταί τι μοχθηρίας καὶ συνερανίζουσι καὶ ἐκ τῆς πολυμιγοῦς κράσεως ἓν ἀποτελοῦσι πάμφυρτον καὶ παμμίαρον κακόν. ἀλλ’ ὅμως ὁ τοιοῦτος ἡμερωθεὶς ὑπὸ τῆς τοῦ νεανίσκου καλοκἀγαθίας οὐ μόνον ἀδείας καὶ ἐκεχειρίας μετέδωκεν, ἀλλὰ καὶ ἀρχῆς τῆς ἐφ’ ἅπασι τοῖς δεσμώταις, ὡς λόγῳ μὲν ἕνεκα προσχήματος ἐμμένειν εἱρκτοφύλαξ, τὴν δ’ ἐν ἔργοις τάξιν παρακεχωρηκέναι τῷ νεανίᾳ, δι’ ἧς οὐκ ὀλίγα συνέβαινε τοὺς ἀπαχθέντας ὠφελεῖσθαι.