ἀλλ’ οὗτοί γε τὴν σώματος ἐπιγράφονται κυρείαν, οὐ τὴν κατ’ ἐμέ· ἐγὼ γὰρ ἀπὸ τοῦ κρείττονος, τῆς ἐν ἐμαυτῷ διανοίας, χρηματίζω, καθ’ ἣν παρεσκεύασμαι βιοῦν ὀλίγα φροντίζων τοῦ θνητοῦ σώματος, ὃ κἂν ὀστρέου δίκην περιπεφυκὸς ἐπηρεάζηται πρός τινων, ἀφειμένον τῶν ἔνδον δεσποτῶν τε χαλεπῶν καὶ δεσποινῶν, οὐκ ἀνιάσομαι τὴν βαρυτάτην ἀνάγκην ἐκπεφευγώς. ἐὰν οὖν δικάζειν δέῃ, δικάσω μήτε πλουσίῳ προσθέμενος διὰ τὴν περιουσίαν μήτε πένητι διὰ τὸν ἐπὶ ταῖς ἀτυχίαις ἔλεον, ἀλλὰ τὰ τῶν κρινομένων ἀξιώματα καὶ σχήματα παρακαλυψάμενος ἀδόλως βραβεύσω τὸ φανησόμενον δίκαιον. ἐάν τε βουλεύω, γνώμας εἰσηγήσομαι τὰς κοινωφελεῖς, κἂν μὴ πρὸς ἡδονὴν ὦσιν· ἐάν τε ἐκκλησιάζω, τοὺς θῶπας λόγους ἑτέροις καταλιπὼν τοῖς σωτηρίοις χρήσομαι καὶ συμφέρουσιν, ἐπιτιμῶν, νουθετῶν, σωφρονίζων, οὐκ αὐθάδειαν μανιώδη καὶ παράφορον ἀλλὰ νήφουσαν παρρησίαν ἐπιτετηδευκώς. εἰ δὲ μὴ χαίρει τις ταῖς βελτιώσεσιν, ἐπιτιμάτω καὶ γονεῦσι καὶ ἐπιτρόποις καὶ διδασκάλοις καὶ πᾶσι τοῖς κηδεμόσιν, ὅτι τέκνα γνήσια καὶ ὀρφανοὺς παῖδας καὶ φοιτητὰς κακηγοροῦσιν, ἔστι δ’ ὅτε καὶ τύπτουσιν, οἷς οὔτε 1 BEM 2 οὐκ Κ: οὑν ceteri (v) δοῦλος] δῆμος Α εὐπατρίδης δ’ Κ: δ’ om. ceteri (v) 2. 3 ἐγγραφῆς τῆς AFGHP: ἐγγραφεῖσθαι ceteri (sic Mang.) 3 τοῦδε om. BKM τῷδε τῷ κόσμῳ conicio 4 παρακλήσεις AFGHP: παράκλησις ceteri 6 κακίας ἢ πάθους transp. Α ὑπάγεται Α, ὑπαγάγηται V2O ἔτι] ἕνεκα V2O 7 φοβήσομαι GH1, φοβηθήσεται Α δέσποτα O ἢ—ἀνθρώπων om. HP1, add. mg. P2, δηλονότι CAGP2 τὴν] τῶν BEM ὑπ’ AP2 οὔτοι P 8 κυρίαν FL (v) οὐ τὴν κατ’ ἐμέ Κ1: οὐδὲν κατ’ ἐμοῦ ceteri 11 περιπεφυκὼς P ἀφειμένων AF1; ἀφειμένος coni. Mang. 12 τε om. BEK χαλεπῶν καὶ VO: καὶ χαλεπῶν ceteri, χαλεπῶν orn. F οὐκ add. ante ἐκπεφευγὼς F 13 μήτε] μὴ Α 13. 14 διὰ ἥν περιουσίαν om. F 14 τὰ om. FGH1P 15 ἀξιώματι καὶ σχήματι F τε καὶ Α 16 βουλεύσω F, δουλεύω G, βουλεύω om. M εἰσηγήσωμαι F 17 ἐκκλησιάζων F 18 ἑτέρω Α, ἑτέρων F 20 παρά- οι φρονα VO post νήφουσαν add. καὶ BEM χαίρει Α, Χαίρη C 22 τέκνα] κ τε καὶ BEMVO 23 κατηγοροῦσιν C1FGHP, κατηγοροῦσιν Κ βλασφημίαν οὔθ’ ὕβριν ὅσιον ἐπιφημίζειν, ἀλλὰ τοὐναντίον τὰ φιλίας καὶ εὐνοίας ὀνόματα. πάνυ γὰρ ἀνάξιον τὸν πολιτικὸν ἐμὲ καὶ τὰ τοῦ δήμου πάντα ἐπιτετραμμένον ἐν τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς χείρονα γενέσθαι τινὸς τὴν ἰατρικὴν τέχνην ἐπιτηδεύοντος.