προσφυέστατα μέντοι καὶ ἀρχιμάγειρον αὐτὸν καλεῖ· καθάπερ γὰρ οὐδὲν ἕτερον ἐπιτηδεύει μάγειρος ἢ τὰς ἀνηνύτους καὶ περιττὰς γαστρὸς ἡδονάς, τὸν αὐτὸν τρόπον καὶ ὁ πολιτικὸς ὄχλος τὰς δι’ ἀκοῆς τέρψεις τε καὶ θρύψεις, ὑφ’ ὧν οἱ τόνοι τῆς διανοίας χαλῶνται καὶ τρόπον τινὰ τὰ νεῦρα τῆς ψυχῆς ἐκλύεται. τὴν δὲ πρὸς ἰατροὺς μαγείρων διαφορὰν τίς οὐκ οἶδεν; οἱ μὲν τὰ ὑγιεινά, κἂν μὴ προσηνῆ τυγχάνῃ, μόνα διὰ σπουδῆς τῆς πάσης εὐτρεπίζονται, οἱ δ’ ἔμπαλιν μόνα τὰ ἡδέα τοῦ συμφέροντος ἀλογοῦντες. ἰατροῖς μὲν οὖν ἐοίκασιν ἐν δήμῳ νόμοι καὶ οἱ κατὰ νόμους ἄρχοντες βουλευταί τε καὶ δικασταὶ φροντίζοντες τῆς τῶν κοινῶν σωτηρίας καὶ ἀσφαλείας ἀκολάκευτοι, ὀψαρτυταῖς δὲ οἱ πολυάνθρωποι τῶν νεωτέρων ὅμιλοι· μέλει γὰρ αὐτοῖς οὐ τὰ συνοίσοντα, ἀλλὰ πῶς τὴν ἐν τῷ παρόντι καρπώσονται μόνον ἡδονήν. ἐρᾷ δ’ ὡς ἀκόλαστος γυνὴ καὶ ἡ τῶν ὄχλων ἐπιθυμία τοῦ πολιτικοῦ καί φησιν αὐτῷ· „παρελθών, ὦ 1 τὸν] τὸ G 1. 2 εὐνοῦχος πρὸς ἀλήθειάν ἐστιν transp. O 2 ὅσα] σῶα F τῶ] τὸ C δὲ C 4 διὰ τῶν ὀφθαλμῶν Α 5 ἡ] οἱ 31 ὄχλων P εὐνούχῳ Κ 5. 6 δοκῶν ἐπιτηδεύειν Κ: ἐπιτηδεύει δ’ Η(v), ἐπιτηδεύειν (om. δοκῶν) ceteri 7 συνέλθοι AV1 8 τοῦ] τῆς P 11 σύμβολον M 12 ἁπάντων om. HP post ῥητῶν add. τε HP 14 ἕτερον οὐδὲν transp. Α 17 οἱ] οὐ F 18 ἐκλύεται AFGHP: ἐκλύονται ceteri δὲ om. CVO 19 μόνα codd.: μόνον v 25 ὀψαρτυταῖς—ὅμιλοι (24) om. G ὀψαρτύταις BEM, ὀψαρτυσταῖς II δ’ C νεωτέρων] ἑτέρων coni. Mang. 24 μέλλει ΒΜVΟ συνοίσοντα BEM: συνοίσοντα (sic) Κ, συνοίσοντα αὐτῶ A(V1 ut vid.), συνοίσοντα τῶ κοινῶ V2O, συνοίσοντα αὐτοῖς CFGHP 25 μόνον καρπώσονται transp. Α δ’] δὲ καὶ VO ἀκόλαστος] ἀκολάκευτος CBEM καὶ eras. V2, om. O 26 τοῦ ὄχλου coni. Mang. post αὐτῷ add. ὡς συνοίκω O (cf. 75,1) οὗτος, εἰς ὄχλον, ᾧ συνοικῶ, πάντων ἐκλαθοῦ τῶν ἰδίων ἠθῶν, ἐπιτηδευμάτων, λόγων, ἔργων, ἐν οἷς ἐτράφης· ἐμοὶ δὲ πειθάρχει καὶ ἐμὲ θεράπευε καὶ ὅσα δι’ ἡδονῆς ἐστί μοι πρᾶττε. αὐστηρὸν γὰρ καὶ αὐθέκαστον καὶ ἀληθείας ἑταῖρον καὶ ἀκριβοδίκαιον, ὄγκῳ καὶ σεμνότητι πρὸς ἅπαντα χρώμενον καὶ πρὸς μηδὲν εἴκοντα, μόνου περιεχόμενον ἀεὶ τοῦ συμφέροντος ἄνευ θεραπείας τῶν ἀκροωμένων, οὐκ ἀνέχομαι.