χρώμενος οὖν ἀκάκοις τοῖς ἤθεσι καὶ τὴν ὑποικουροῦσαν ἔχθραν ἐκ τῶν ἀδελφῶν οὐ συνιείς, ὄναρ ἰδὼν αἴσιον, ὡς δὴ εὔνοις διηγεῖται· "ἔδοξα" γάρ φησιν "ἀμήτου καιρὸν ἐφεστάναι καὶ πάντας ἡμᾶς ἀφικομένους εἰς τὸ πεδίον ἐπὶ τὴν τοῦ καρποῦ συλλογὴν δρέπανα λαβόντας θερίζειν, αἰφνίδιον δὲ τὸ μὲν ἐμὸν δράγμα ὑπανίστασθαι καὶ μετεωρισθὲν ὀρθοῦσθαι, τὰ δὲ ὑμέτερα ὥσπερ ἀπὸ συνθήματος ἐπιδραμόντα τεθηπέναι καὶ μετὰ τιμῆς τῆς πάσης προσκυνεῖν“. οἱ δὲ εἰς σύνεσιν ἀκριβεῖς καὶ δεινοὶ διὰ συμβόλων ἰχνηλατῆσαι πρᾶγμ’ ἀδηλούμενον εἰκόσι στοχασμοῖς „μὴ νομίζεις“ ἔφασαν "ἔσεσθαι βασιλεὺς ἡμῶν καὶ κύριος; ταῦτα γὰρ διὰ τῆς κατεψευσμένης φαντασίας ὑπαινίττῃ.“ τὸ δὲ μῖσος ἔτι μᾶλλον ἐζωπυρεῖτο προσλαμβάνον ἀεί τινα καινὴν πρόφασιν εἰς συναύξησιν. ὁ δὲ οὐδὲν ὑπιδόμενος ὀλίγαις ὕστερον ἡμέραις ὄναρ ἰδὼν ἕτερον καταπληκτικώτερον 1 οἰκειοτάτη Α προάγων ΑΚ: προαγωγή ceteri ἐπιστασίας καὶ στρατηγίας om. BEM, ἐπιστασίας καὶ om. CVOK στρατηγίας] μαστιγίας Κ, δημαγωγίας VO 2 ἐφορῶν Α αὐτῷ ante ὁ πατὴρ transp. G καὶ μεῖζον om. HP κατὰ CVO 4 ἦν om. F καὶ om. F 6 μόνον] μᾶλλον F θᾶττον] μᾶλλον Α (Mang.) 9. 10 ἐπιδείκνυντο (sic) M 11 ἑαυτοῖς CAG: αὑτοῖς BEVOH2, αὐτοῖς ceteri 11. 12 στεγόμενα] γενόμενα V1K2, γεννώμενα V2O 12 ἐπισχοῦσι Κ, ἐπιτυχοῦσι Α, ἀπιστοῦσι FGHP λόγων V2O βαρύτερον F1 13 ἀκάκοις τοῖς BEM: ἀκάκοις (om. τοῖς) K, ἀκακώτοις ceteri οἰκουροῦσαν HP 14 εὔνοις] ἄνοις (i. e. ἀνθρώποις) Α ἔδοξα—συλλογὴν (16) om. F ἔδοξε BM 15 ἀμητοῦ BEM 16 δρέπανον F post δρέπανα add. δὲ Η2 δὲ] μὲν Η 17 μὲν om. MH ἐμοῦ Turn. δρᾶμα (γ eras.) Ε, δρᾶμα F Α (Mang.) δ’ MAFK, δὲ ss. Β, om. E 18 ἀπὸ] ἐπὶ VOK2 τε καὶ VO 19 τῆς om. VO εἰς] ὡς VO 20 πρᾶγμ’ ἀδηλούμενον Η: πρᾶγμα δηλούμενον ceteri εἰκόσι στοχασμοῖς om. HP νομίζῃς F, νομίσης Α 21 καὶ om. BEM 23 προσλαμβάνων H, προλαμβάνον P, λαμβάνον F, προσλαμβανόμενον M 24 ὑπειδόμενος codd. τοῦ προτέρου τοῖς ἀδελφοῖς ἀνέφερεν· ᾤετο γὰρ ἥλιον καὶ σελήνην καὶ ἕνδεκα ἀστέρας ἥκοντας προσκυνεῖν αὑτόν, ὡς τὸν πατέρα θαυμάσαντα τὸ γεγονὸς ἐναποθέσθαι τῇ διανοίᾳ ταμιεύοντα καὶ σκοπούμενον τὸ ἐσόμενον. ἐμβριθῶς δ’ ἐνουθέτει τὸν παῖδα κατὰ δέος τοῦ μή τι διαμαρτεῖν καί φησιν· „ἆρα δυνησόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ προσκυνῆσαί σε;—διὰ μὲν γὰρ ἡλίου τὸν πατέρα, διὰ δὲ σελήνης τὴν μητέρα, διὰ δὲ τῶν ἕνδεκα ἀστέρων τοὺς ἕνδεκα ἀδελφοὺς ὑποσημαίνειν ἔοικας—· ὃ μηδὲ εἰς νοῦν ποτε ἔλθοι τὸν σόν, ὦ παῖ, λαθοῦσα δὲ καὶ ἡ μνήμη τῶν φανέντων ὑπεξέλθοι· τὸ γὰρ τὴν ἐπὶ τοῖς οἰκείοις ἐλπίζειν καὶ καραδοκεῖν ἡγεμονίαν ἀπευκτὸν ἄγαν παρ’ ἐμοὶ κριτῇ, νομίζω δὲ καὶ παρὰ πᾶσιν, ὅσοις ἰσότητος μέλει καὶ συγγενικῶν δικαίων.“ εὐλαβηθεὶς δ’ ὁ πατήρ, μή τις ἐκ τῆς συνδιαιτήσεως ἐπιγένηται ταραχὴ καὶ στάσις τοῖς ἀδελφοῖς μνησικακοῦσιν ὑπὲρ τῶν ὀνειράτων τῷ θεασαμένῳ, τοὺς μὲν ἐκπέμπει ποιμανοῦντας, τὸν δὲ οἴκοι παρεφύλαττεν ἄχρι καιροῦ τοῦ προσήκοντος, εἰδὼς ὅτι τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων λέγεται εἶναι χρόνος ἰατρός, ἱκανὸς καὶ πένθος ἀνελεῖν καὶ θυμὸν σβέσαι καὶ φόβον θεραπεῦσαι· πάντα γὰρ ἐξευμαρίζει καὶ ὅσα κατὰ τὴν φύσιν δυσίατα.