ἀλλὰ καὶ ἐμοῦ ἀπετόλμησεν αἰσχῦναι τὸ σῶμα. ταῖς γὰρ ὁμοδούλοις οὐκ ἐξήρκεσεν αὐτῷ χρῆσθαι μόναις ἀσελγεστάτῳ καὶ λαγνιστάτῳ γενομένῳ, πειρᾶν δὲ καὶ τὴν δέσποιναν ἐπεχείρησεν ἐμὲ καὶ βιάζεσθαι. καὶ τὰ δείγματα τῆς φρενοβλαβείας ἐναργῆ καὶ δῆλά ἐστι· περιπαθήσασα γὰρ ὡς ἐξεφώνησα τοὺς ἔνδον βοηθοὺς ἐπικαλοῦσα, πτοηθεὶς διὰ τὸ ἀπερίσκεπτον τὴν ἐσθῆτα καταλιπὼν ἀποδιδράσκει φόβῳ συλλήψεως.“ ἣν καὶ ἐπιδεικνυμένη πίστιν ἐδόκει προσφέρειν τῶν λεγομένων. ἅπερ ἀληθῆ νομίσας ὁ δεσπότης εἶναι κελεύει τὸν ἄνθρωπον εἰς εἱρκτὴν ἀπαγαγεῖν δυσὶ τοῖς μεγίστοις ἁμαρτών, ἑνὶ μὲν ὅτι μὴ μεταδοὺς ἀπολογίας ἀκρίτως κατέγνω τοῦ μηδὲν 1 κατείποι Α, κατείποι Κ 3 μικροῦ L (Turn.) δὲ om. H1P καὶ om. F 4 τοῦ om. CVO τῶν #x003E; coni. Wendl., cf. ἑ 170 et sic saepius 4. 5 οὔτ’ ἐδέδιμεν H (Turn.): οὔτε δείδιμεν Mang. 5 οὔτε CA 6 ἐκεκώφωτο Κ πρὸς ἅπαντα Κ: om. ceteri 6. 7 τὰς ἀκριβεστάτους Α 7 συνειδὼς F 7. 8 τὰ ἱμάτια om. Ο καταλιπὼν τὰ ἱμάτια transp. HP 9 αὐτῆς F εὑρησιλογεῖν C σκηπτομένης Κ 10 ἀμύνεται V1 αὐτῆς] ταύτης Α ἀνδρὶ αὐτῆς transp. Κ 11 καθυποκριναμένη V κοσμίαν VO: κόσμιον ceteri alt. καὶ] κἄν H; κἀν Turn., κἄν Mang. ἀκολάστοις] καλλίστοις P, ἄλλοις CVO 12 δυσχεραίνουσαν BMA: δυσχεραίνουσα ceteri (v) 13 ἤδη om. Α τὴν σὴν Κ: σὴν om. ceteri ψυχὴν] οὐσίαν vel κτῆσιν coni. Maug. 14 post ἐπιτρέψαντος add. σου V2O ἀπετόλμησεν ἐμοῦ transp. Α 15 τοῖς M 17 ἐμὲ ἐπεχείρησε transp. Α (Mang.) καὶ pr. om. VO 20 συλλήψεως] συνόψεως P ἣν AFGHP: om. ceteri 21 φέρειν HP 23 μεταδιδοὺς Α τοῦ] τοῦ νεανίου Κ (fort. recte) ἠδικηκότος ὡς τὰ μέγιστα παρανομήσαντος, ἑτέρῳ δὲ ὅτι ἡ ἐσθής, ἣν προὔφερεν ἡ γυνὴ ὡς ἀπολειφθεῖσαν ὑπὸ τοῦ νεανίσκου, πίστις ἦν βίας, οὐχ ἣν ἐκεῖνος εἰργάζετο, ἀλλὰ τὴν ὑπομονὴν ἣν ὑπέμεινεν ἐκ τῆς γυναικός· βιαζομένου μὲν γὰρ ἔργον ἦν τὴν ἀμπεχόνην τῆς δεσποίνης κατέχειν, βιασθέντος δὲ τὴν ἰδίαν ἀφαιρεθῆναι. συγγνωστὸς δ’ ἴσως τῆς ἄγαν ἀπαιδευσίας, ἅτε τὴν δίαιταν ἐν μαγειρείῳ ποιούμενος αἵματος καὶ καπνοῦ καὶ τέφρας ἀνάπλεῳ, τοῦ λογισμοῦ καιρὸν οὐκ ἔχοντος ἐνηρεμεῖν καὶ σχολάζειν ἑαυτῷ διὰ τὸ πεφύρθαι μᾶλλον ἢ οὐχ ἧττον τοῦ σώματος. Τρεῖς ἤδη χαρακτῆρας τοῦ πολιτικοῦ διετύπωσε, τόν τε ποιμενικὸν καὶ τὸν οἰκονομικὸν καὶ τὸν καρτερικόν. περὶ μὲν οὖν τῶν προτέρων εἴρηται δυεῖν, ὁ δ’ ἐγκρατὴς οὐχ ἧττον ἐκείνων πρὸς πολιτείαν συντείνει. πρὸς μὲν οὖν ἅπαντα τὰ τοῦ βίου πράγματα λυσιτελὲς ἐγκράτεια καὶ σωτήριον, πρὸς δὲ τὰ πόλεως καὶ διαφερόντως, ὡς ἀφθόνως τοῖς βουλομένοις μανθάνειν πάρεστι καὶ προχειρότατα.