<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="46"><p>ἀλλὰ γὰρ οὐχ ὡς δεσπότην μόνον ἀλλὰ καὶ ὡς εὐεργέτην ἤδη τιμᾶν προάγομαι· πάντ’ ἐπιτέτροφέ μοι τὰ οἰκεῖα, οὐδὲν οὐ μικρὸν
<lb n="15"/> οὐ μέγα ὑπεξῄρηται τὸ παράπαν δίχα σοῦ τῆς γυναικός· ἀνθ’ ὧν ἄξιον
 αὐτὸν ἐν οἷς παραινεῖς ἀμείψασθαι; καλὰς  <milestone unit="altpage2" n="p. 49 M."/> ὡς ἔοικεν ἀντιπαρέξω δωρεὰς
ταῖς προϋπηργμέναις χάρισιν οἰκείας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="47"><p>ὁ μὲν δεσπότης αἰχμάλωτον ὄντα με καὶ ξένον ταῖς εὐεργεσίαις ἐλεύθερον καὶ ἀστὸν τὸ γοῦν ἐπ’ αὐτὸν
ἧκον μέρος ἀπειργάσατο, ἐγὼ δ’ ὁ δοῦλος ὡς ξένῳ καὶ αἰχμαλώτῳ
<lb n="20"/> προσενεχθήσομαι τῷ δεσπότῃ; τίνι ψυχῇ παραδεξάμενος τὸ ἀνοσιούργημα
τοῦτο; προσβλέψω δὲ τίσιν ὀφθαλμοῖς ὁ σιδηροῦς ἐγώ; τὸ συνειδὸς
ἐλλαμβανόμενον ὀρθοῖς ὄμμασιν οὐκ ἐάσει προσβλέπειν, κἂν δυνηθῶ λανθάνειν·
λήσομαι δ’ οὐδαμῶς· εἰσὶ γὰρ ἐξετασταὶ μυρίοι τῶν λάθρα
δρωμένων, οἷς οὐ θέμις ἡσυχάζειν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="48"><p>ἐῶ λέγειν ὅτι, κἂν μηδεὶς ἕτερος
<note xml:lang="mul" type="footnote"><lb/>1 σποράν corr. ex σποράς VK, σποράς CBE, σπορᾶς M καθαρεύσω Α 
<lb/>2 τοῦ] τῆς F1
<lb/>3 ante νεότητος add. ταῖς τῆς Α (Maug.)
<lb/>4 τροφήν FP 
<lb/>5 post τίς add. ἂν AGHPV1
<lb/>6 μόνον om. Α ὁμογνωμονοῦντες Κ: ὁμογνωμονοῦσι ceteri ὃ ante πανταχοῦ add. AFGHP
<lb/>7 ἄξιον] ἀξίους γάρ V2O μυρίων θανάτων transp. F ἀκρίτως Α ἐκδιδόντας Η
<lb/>8 τριττὸν Wendl.: τρίτον codd. προστίθεις P, προστιθεῖσα BEMGH, προστεθεῖσα F μοι om. H
<lb/>9 κελεύεις BEKMF
<lb/>11 ἵν᾿ ἀποστὰς] ἵνα πρὸς τὰς BEM 
<lb/>12 τὸν γάμον VO
<lb/>14 ἤδη om. M πάντες (sed ἐς eras.) C ἐπιτέτραφε AVOP
<lb/>16 παραινεῖν Α ἀμείψασθαι ἐν οἷς παραινεῖς transp. Ο ἀμείβεσθαι corr. ex ἀμείψασθαι Κ
<lb/>17 οἰκείαις C1V1
<lb/>18 καὶ pr. om. VO εὐεργεσίαις AFGHP: ἐργασίαις ceteri
<lb/>20 ante τίνι add. καὶ HP(v) παραδέξομαι V2O; παραδεξόμενος coni. Mang.
<lb/>22 ἐλαυνόμενον F
<lb/>23 δ’ CVAK: om. ceteri
<lb/>24 ἐῶ γὰρ λέγειν Α, ἐῶ λέγειν om. H ὅτι om. Κ1, ss. 2 
<lb/>22 ὀρθοῖς ὄμμασιν: cf. Soph. Oed. Tyr. 1385. Eur. Hec. 972. Theocr. 536.</note>  

<pb n="v.4.p.72"/>
αἴσθηται ἢ συναισθόμενος μὴ κατείπῃ, μηνυτὴς οὐδὲν ἧττον αὐτὸς
γενήσομαι κατ’ ἐμαυτοῦ τῷ χρώματι, τῷ βλέμματι, τῇ φωνῇ, καθάπερ
μικρῷ πρότερον εἶπον, ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος· εἰ δὲ καὶ μηδεὶς
κατερεῖ, τὴν πάρεδρον τοῦ θεοῦ δίκην καὶ τῶν πραγμάτων ἔφορον οὔτε
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="49"><p> δέδιμεν οὔτ’ αἰδούμεθα;“ <milestone unit="altref" n="10"/> πολλὰ τοιαῦτα συνείροντος καὶ φιλοσοφοῦντος, <lb n="5"/>
ἐκεκώφητο πρὸς ἅπαντα· δειναὶ γὰρ αἱ ἐπιθυμίαι καὶ τὰς ἀκριβεστάτας
τῶν αἰσθήσεων ἐπισκιάσαι· ὅπερ συνιδὼν ἀποδιδράσκει τὰ
 ἱμάτια καταλιπὼν ἐν ταῖς χερσὶν αὐτῆς, ὧν ἐπείληπτο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="50"><p>τοῦτο παρέσχεν
αὐτῇ τὸ ἔργον εὑρεσιλογεῖν προφάσεις σκεπτομένῃ κατὰ τοῦ νεανίσκου,
αἷς αὐτὸν ἀμυνεῖται· παραγενομένῳ γὰρ ἐξ ἀγορᾶς τῷ αὐτῆς ἀνδρὶ <lb n="10"/>
καθυποκρινομένη τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῖς ἀκολάστοις ἐπιτηδεύμασι
πάνυ δυσχεραίνουσαν "ἤγαγες" ἔφη „θεράποντα ἡμῖν παῖδα
Ἑβραῖον, ὃς οὐ μόνον ἤδη τὴν σὴν ψυχὴν διέφθαρκεν εὐχερῶς καὶ ἀνεξετάστως
 ἐπιτρέψαντος αὐτῷ τὴν οἰκίαν,</p></div></div></body></text></TEI>