ἐπεὶ δὲ ζωπυροῦσα καὶ ἀναφλέγουσα τὴν ἔκνομον ἐπιθυμίαν ἀεὶ μὲν ἀπεπειρᾶτο, ἀεὶ δ’ ἀπετύγχανε, βίᾳ λοιπὸν προσπαθοῦσα ἐχρῆτο καὶ λαβομένη τῆς ἀμπεχόνης εὐτόνως ἄχρι τῆς εὐνῆς ἐπεσπάσατο ῥώμῃ κραταιοτέρᾳ, τοῦ πάθους ἰσχὺν ἐπιδιδόντος, ὃ καὶ τοὺς ἀσθενεστάτους εἴωθε νευροῦν. ὁ δὲ τῆς παρούσης ἀκαιρίας γενόμενος δυνατώτερος τὰς ἐλευθερίους καὶ ἀξίας τοῦ γένους ἔρρηξε φωνὰς "τί βιάζῃ;“ λέγων· "ἐξαιρέτοις ἔθεσι καὶ νομίμοις χρώμεθα ἡμεῖς οἱ Ἑβραίων ἀπόγονοι. τοῖς ἄλλοις ἐφεῖται μετὰ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν πόρναις καὶ χαμαιτύπαις καὶ ταῖς ὅσαι μισθαρνοῦσιν ἐπὶ τοῖς σώμασι μετὰ πολλῆς ἀδείας χρῆσθαι, παρ’ ἡμῖν δὲ οὐδ’ ἑταίρᾳ ζῆν ἔξεστιν (Deut. 23, 17), ἀλλὰ κατὰ τῆς ἑταιρούσης ὥρισται δίκη θάνατος. πρὸ δὴ συνόδων νομίμων ὁμιλίαν ἑτέρας γυναικὸς οὐκ ἴσμεν, ἀλλ’ ἁγνοὶ γάμων ἁγναῖς παρθένοις προσερχόμεθα προτεθειμένοι τέλος οὐχ ἡδονὴν 2 ὁ μὲν γὰρ AV1, μὲν expunxit V2 3 κολασσιέα (sic) ἔργα κατασκευάσῃ D καὶ ante ὀλίγα add. Α 5 δ’ Α οἰκονομίαν C (Turn.) 6 ἀκόλαστον Α τῆς γὰρ εὐμορφίας CV1K, τὴν γὰρ εὐμορφίαν HP 7 τῶ νεανίσκω corr. C περὶ] ἐπὶ Α, om. F τῶ πάθει F λυττῶσα περὶ τὸ πάθος transp. G 8 λόγους om. BEM ἐναντιουμένῳ om. Α μηδὲ C 9 ὑπομένοντα Κ ἐνυπάρξασαν AFGHP: ὑπάρξασαν ceteri 10 δὲ om. Α post δὲ add. καὶ AFGHP 11 δὲ CAVO 12 προσπαθοῦσα F2HP: προπαθοῦσα AF1G, πρὸ πάθους CV1BEKM, πρὸς πάθος V2O; πρὸ πειθοῦς coni. Mang. 13 ἐπεσπᾶτο VO 14 ἀσθενεστέρους FHP νευροῦν εἴωθεν transp. Κ εὐκαιρίας F 15 δυνατώτερος γενόμενος transp. Α ἐλευθερίας HP, ἐλευθέρας CAFG βῆξαι BEM, ῥῆξαι λέγεται Κ, ῥήξας VO φωνὰς ἔρρηξε transp. Α 16 λέγει V2 νομίμοις AFGP mg. H: νόμοις ceteri χρώμεθ᾿ CVOK ὑμεῖς Κ 17 τοῖς δ’ ἄλλοις FGHP, τοῖς ἄλλοις δ’ Α 18 καὶ pr. om. F χαμετύπαις Α, χαμαιτύπαις Η, χαμαιτύποις VOF(v) ταῖς AFGHP: om. ceteri 18. 19 τῶ σώματι Κ 19 κεχρῆσθαι Α οὐδὲ ἑτέρα V1, οὐδετέρα G ζῆν Α: om. ceteri 20 κατὰ] καὶ AF θάνατος AFGHP: θανάτου ceteri 21 πρὸ] παρ’ ὃ F ἑταίρας BEM ἀλλὰ CA 22 συνερχόμεθα F 16 sqq. cf. Ambros. Epist. I 220. ἀλλὰ γνησίων παίδων σποράν. εἰς δὴ ταύτην καθαρεύσας τὴν ἡμέραν οὐκ ἄρξομαι παρανομεῖν ἀπὸ μοιχείας, τοῦ μεγίστου τῶν ἀδικημάτων, ὀφείλων, εἰ καὶ τὸν ἄλλον χρόνον ὑπῆρχον ἐκδεδιῃτημένος καὶ νεότητος ὁρμαῖς ἠγμένος καὶ τὴν ἐγχώριον ἐζηλωκὼς τρυφήν, ὅμως ἀλλότριον μὴ θηρᾶν γάμον· ἐφ’ ᾧ τίς ἀνθρώπων οὐ φονᾷ; περὶ γὰρ τῶν ἄλλων εἰωθότες διαφέρεσθαι μόνον τοῦθ’ ὁμογνωμονοῦντες πανταχοῦ πάντες ἄξιον θανάτων μυρίων ἐνόμισαν ἀκρίτους ἐκδιδόντες τοὺς ἁλόντας τοῖς πεφωρακόσι. σὺ δ’ ἐπιδαψιλευομένη καὶ τριττὸν προστίθης μοι μίασμα κελεύουσα μὴ μοιχεύειν μόνον, ἀλλὰ καὶ δέσποιναν καὶ δεσπότου γυναῖκα διαφθείρειν· εἰ μὴ ἄρα τούτου χάριν παρῆλθον εἰς τὴν ὑμετέραν οἰκίαν, ἵν’ ἀποστὰς τῶν ὑπηρεσιῶν, ἃς δεῖ θεράποντα παρέχειν, μεθύω καὶ ἐμπαροινῶ ταῖς ἐλπίσι τοῦ πριαμένου νοθεύων αὐτοῦ γάμον, οἰκίαν, συγγένειαν.