<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="36"><p>ὁ δ’ αὐτὸς καὶ θηριάλωτος <lb n="5"/> εἰσάγεται· θηρίον δὲ ἀτίθασον ἡ λοχῶσα κενοδοξία συναρπάζουσα
καὶ διαφθείρουσα τοὺς χρωμένους. οἱ δ’ ὠνησάμενοι καὶ πιπράσκουσιν·
οὐ γὰρ εἷς δεσπότης τῶν πολιτευομένων, ἀλλ’ ὄχλος, ἐξ ἑτέρων
ἕτεροι κατά τινας ἐφεδρείας καὶ διαδοχάς· οἱ δὲ τρίπρατοι κακῶν θεραπόντων
τρόπον ἀλλάττουσι τοὺς κυρίους οὐχ ὑπομένοντες τοὺς προτέρους
<lb n="10"/> διὰ τὴν ἁψίκορον καὶ φιλόκαινον τῶν ἠθῶν ἀνωμαλίαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="37"><p><milestone unit="altref" n="8"/> Τοσαῦτα καὶ περὶ τούτων. ὁ μέντοι νεανίας εἰς Αἴγυπτον ἀχθεὶς καὶ γενόμενος, ὡς ἐλέχθη, παρ’ εὐνούχῳ δεσπότῃ, τῆς καλοκἀγαθίας
καὶ εὐγενείας πεῖραν ὀλίγαις ἡμέραις δοὺς τὴν ἐπὶ τοῖς ὁμοδούλοις
ἀρχὴν παραλαμβάνει καὶ συμπάσης τῆς οἰκίας τὴν ἐπιμέλειαν·
<lb n="15"/> ἤδη γὰρ ὁ κτησάμενος ἐτεκμηριοῦτο διὰ πολλῶν, ὡς οὐκ ἄνευ θείας
ἐπιφροσύνης ἐκεῖνος ἕκαστα λέγει τε καὶ πράττει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="38"><p>τῷ μὲν οὖν δοκεῖν ὑπὸ τοῦ πριαμένου καθίστατο τῆς οἰκίας ἐπίτροπος, ἔργῳ δὲ καὶ ταῖς
ἀληθείαις ὑπὸ φύσεως μνωμένης αὐτῷ πόλεων καὶ ἔθνους καὶ χώρας
μεγάλης ἡγεμονίαν· ἔδει γὰρ τὸν μέλλοντα ἔσεσθαι πολιτικὸν ἐγγυμνάσασθαι
<lb n="20"/> καὶ ἐνασκηθῆναι πρότερον τοῖς κατ’ οἰκονομίαν· οἰκία τε γὰρ
πόλις ἐστὶν ἐσταλμένη καὶ βραχεῖα καὶ οἰκονομία συνηγμένη τις πολιτεία,
ὡς καὶ πόλις μὲν οἶκος μέγας, πολιτεία δὲ κοινή τις οἰκονομία.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="39"><p>δι’ ὧν μάλιστα παρίσταται τὸν αὐτὸν οἰκονομικόν τε εἶναι καὶ πολιτικόν,
<note xml:lang="mul" type="footnote"><lb/>1 τό om. A
<lb/>5 εἰσάγεται] γίνεται Α δ’ Α ἀτίθασον CBEHP: ἀτίθασσον ceteri ἡ] ὡς F λοχῶσα AFGHP: δόξα καὶ ceteri 5.
<lb/>6 συναρπάσασα BEM, καὶ μαρμάζουσα (sic) F
<lb/>7 ἀλλ’ ὄχλος AFGHP: ὄχλος ὁ ὄχλος VO) post δεσπότης transp. ceteri
<lb/>8 ἐφεδρίας C
<lb/>9 τρόπον om. FG τοῖς προτέροις C, τοὺς προτέρους om. H
<lb/>10 φιλόκενον V
<lb/>11 καὶ] μὲν Η (Turn.), om. Mang.
<lb/>12 ἀπαχθεὶς AVO
<lb/>14 συμπάσης] σὺν πᾶσι HP τῆς om. KO
<lb/>15 γὰρ] δ’ Α οὐκ om. F
<lb/>16 ἕκαστα ἐκεῖνος transp. MAF1GHP, ἤκιστα ἐκεῖνος F2 τῶ corr. ex τὸ C, τῶ corr. ex τοῦ Β, τοῦ E 
<lb/>18 πόλεως CK(v) καὶ χώρας καὶ ἔθνους transp. BEKM
<lb/>19 μεγάλης AFGHP: μεγάλην ceteri 19.
<lb/>20 ἐγγεγυμνάσθαι D
<lb/>20 ἀσκηθῆναι D οἰκονομίαν] οἰκίαν D, οἰκίαν πράγμασιν V2O τε om. D
<lb/>21 ἐστὶν om. BEKM ἐστὶ συνεσταλμένη D καὶ οἰκονομία AFGHPD: καὶ om. ceteri συνεσταλμένη D
<lb/>22 καὶ] καὶ ἡ D τις om. D
<lb/>23 παριστᾷ D οἰκονόμον F</note> <note xml:lang="mul" type="footnote"><lb/>11 sqq. Gen. cap.
<lb/>39 19—70,4 DR fol. 218r Φίλωνος: δεῖ τὸν μέλλοντα αὐτός ἐστιν</note>  

<pb n="v.4.p.70"/>
κἂν τὰ πλήθη καὶ μεγέθη τῶν ὑποκειμένων διαλλάττῃ· καθάπερ ἐπὶ
ζωγραφίας ἔχει καὶ πλαστικῆς· ὁ γὰρ ἀγαθὸς ἀνδριαντοποιὸς ἢ ζωγράφος,
ἐάν τε πολλὰ καὶ κολοσσιαῖα μεγέθη κατασκευάζῃ, ἐάν τε ὀλίγα καὶ
</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="40"><p> βραχύτερα, τὴν αὐτὴν ἐπιδεικνύμενος τέχνην ὁ αὐτός ἐστι. <milestone unit="altref" n="9"/> σφόδρα
δὲ εὐδοκιμῶν ἐν τοῖς κατὰ τὴν οἰκουρίαν ἐπιβουλεύεται πρὸς τῆς τοῦ <lb n="5"/>
δεσπότου γυναικὸς ἐπιβουλὴν τὴν ἐξ ἔρωτος <milestone unit="altpage2" n="p. 48 M."/> ἀκολάστου. τῇ γὰρ εὐμορφίᾳ
ἐπιμανεῖσα τοῦ νεανίσκου καὶ ἀκαθέκτως περὶ τὸ πάθος λυττῶσα τοὺς
περὶ μίξεως λόγους προσέφερεν ἐρρωμένως ἐναντιουμένῳ καὶ μηδ’ ὅλως
προσίεσθαι ὑπομένοντι διὰ τὴν ἐκ φύσεως καὶ μελέτης ἐνυπάρξασαν
 κοσμιότητα καὶ σωφροσύνην.</p></div></div></body></text></TEI>