Μετὰ δὲ τὸν λιμὸν χρόνοις μακροῖς ὕστερον τελευτήσαντος τοῦ πατρός, ὑπονοίᾳ πληχθέντες οἱ ἀδελφοὶ καὶ δείσαντες, μή τι χαλεπὸν πάθωσι μνησικακίᾳ, προσελθόντες ἐδέοντο λιπαρῶς ἐπαγόμενοι γυναῖκας καὶ γενεάν. ὁ δ’ ἐπιδακρύσας φησίν· „ὁ μὲν καιρὸς ἱκανὸς ὑπόνοιαν 1 ποίμνια VA 3 τοσαύτης CBEKM 4 alt. τῶν om. AOK 4. 5 ὅσας πλείστας transp. M 5 ἀφορμὰς ὅσας transp. Α, ἀφορμὰς ὅσα O δυνηθῆναι AOFGHP δι’] δ’ BEM ὀλίγου] ὅλου AF πλουσιώτατον AO κατ’ αὐτῶν G, καθ’ ἑαυτὸν Κ 6 ἀληθῆ Α 8 βασιλικοῖς Α 9 ταμείοις CVHP οὐδὲ μίαν BEM 10 ἀντεχαρίζετο CVEKM: ἀπεχαρίζετο corr. ex ἀντεχαρίζετο Β, ἀντεχαρίσατο ceteri τ’ Α οἰκίαν μίαν Κ: om. ceteri 11 τῷ om. G 12 πρέπον] πρικὸν (i. e. πατρικὸν) VAOGH, πνικὸν (i. e. πνευματικὸν) F 13 τροφὰς] τιμὰς Ο μόνον post ἀφορῶν transp. M 14 εἰς τὴν V γοῦν] οὖν M, γὰρ V 15 ἐπέστη AO ante τῆς add. ταῖς Α 16 εὐφορίας καὶ om. BEKM εὐπορίας AO εὐθηνίας καὶ εὐφορίας εὐπορίας) transp. CA ἐλπὶς ἦν] ἐλπίσιν 0, ἐλπίσιν ἐνησμένιζεν Α πυρροὺς M 17 τε] δὲ coni. Mang. 18 ἁ AV2, ἁ corr. ex ἃς E: ἃς ceteri ἔλαβον KV2 τε καὶ F 22 μνησικακίᾳ scripsi: μνησικακίας codd.; ἐκ vel ὑπὸ μνησικακίας ἐπαγόμενοι post γενεάν (23) transp. V γυναῖκας] γύναια CV 23 δὲ CV 23. 117,1 ὑπόνοιαν κατασκευάσαι ἱκανός transp. BEKM 3 sqq. Gen. 47, 13 sqq. 20 sqq. Gen. 50,15 sqq. κατασκευάσαι τοῖς ἀφόρητα ἐργασαμένοις καὶ μὴ δι’ ἑτέρου μᾶλλον ἢ τοῦ συνειδότος ἐλεγχομένοις· ἡ γὰρ τελευτὴ τοῦ πατρὸς τὸν ἀρχαῖον φόβον, ὃν πρὸ τῶν καταλλαγῶν εἴχετε, κεκαίνωκεν, ὡς τοῦ μὴ λυπῆσαι τὸν πατέρα χάριν τὴν ἀμνηστίαν ἐμοῦ παρασχόντος. ἐγὼ δὲ τὸν τρόπον οὐ χρόνοις μεταβάλλομαι οὐδ’ ὁμολογήσας ἔνσπονδος εἶναι δράσω ποτὲ τὰ ἄσπονδα· οὐ γὰρ ὑπερθέσεις ἀμύνης ἐκαιροφυλάκουν, ἀλλὰ τὴν εἰς ἅπαν ἀπαλλαγὴν τῆς κολάσεως ἐχαριζόμην ἐπινέμων τὸ μέν τι τιμῇ τοῦ πατρός — δεῖ γὰρ ἀψευδεῖν —, τὸ δέ τι εὐνοίᾳ τῇ πρὸς ὑμᾶς ἀναγκαίᾳ. εἰ δὲ καὶ πατρὸς ἕνεκα πάντ’ ἐποίουν τὰ χρηστὰ καὶ φιλάνθρωπα, φυλάξω ταῦτα καὶ πατρὸς τετελευτηκότος· τέθνηκε δ’ οὐδεὶς παρ’ ἐμοὶ κριτῇ τῶν ἀγαθῶν ἀνδρῶν, ἀλλὰ καὶ ζήσεται τὸν ἀεὶ χρόνον ἀγήρως ἀθανάτῳ φύσει, ψυχῇ μηκέτι ταῖς σώματος ἀνάγκαις ἐνδεδεμένῃ. τί δὲ δεῖ μόνου μεμνῆσθαι τοῦ γενητοῦ πατρός; ἔχομεν τὸν ἀγένητον, τὸν ἄφθαρτον, τὸν ἀίδιον, „ὃς ἐφορᾷ πάντα καὶ πάντων ἐπακούει“ καὶ τῶν ἡσυχαζόντων, τὸν ἀεὶ βλέποντα καὶ τὰ ἐν μυχοῖς τῆς διανοίας, ὃν μάρτυρα καλῶ τοῦ συνειδότος ἐπ’ ἀψευδέσι καταλλαγαῖς.