<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="256"><p>ὁ δ’ υἱὸς ἀκούσας — σκοποὶ γὰρ καὶ φραστῆρες τῆς ὁδοῦ πάντ’ ἐδήλουν — οὐ
μακρὰν τῶν ὁρίων ἀπέχοντα διὰ ταχέων ἀπήντα τῷ πατρί· καὶ κατὰ
<lb n="15"/> τὴν καλουμένην Ἡρώων πόλιν ἐντυχόντες ἐπιπίπτουσιν ἀλλήλοις τὰς
κεφαλὰς ἐπὶ τῶν αὐχένων ἐρείσαντες καὶ τὰς ἐσθῆτας δάκρυσι φύροντες
πολυχρονίων ἀσπασμάτων ἀπλήστως ἐνεφοροῦντο καὶ μόλις παυσάμενοι
συνέτεινον ἄχρι τῶν βασιλείων.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="257"><p>θεασάμενος δὲ ὁ βασιλεὺς καὶ τὴν ὄψιν καταπλαγεὶς τῆς σεμνότητος ὡς οὐχ ὑπάρχου πατέρα ἀλλ’ ἑαυτοῦ
<lb n="20"/> μετὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐδεξιοῦτο· καὶ μετὰ τὰς ἐν ἔθει καὶ
ἐξαιρέτους φιλοφροσύνας δίδωσιν αὐτῷ γῆς ἀποτομὴν ἀρετῶσαν καὶ
σφόδρα εὔκαρπον, τούς τε υἱοὺς αὐτοῦ πυνθανόμενος εἶναι κτηνοτρόφους
τὴν πολλὴν οὐσίαν ἔχοντας ἐν θρέμμασι καθίστησιν ἐπιμελητὰς τῶν
<note xml:lang="mul" type="footnote"><lb/>1 τῆς] τοῖς P, τὴν V χώραν τυφλώττουσαν V
<lb/>2 γεννητὰ VKOF θνητὰ] τυφλὰ HP post προσέτι add. ὅτι V2K2
<lb/>3 ἐπιθέσεις V: ἐπίθεσις ceteri ἐπιτίθεντι CVBEM: ἐπιτίθενται Κ, ἐπιτίθεται ceteri ἐπιτίθενται secludendum puto 
<lb/>4 συνεξεληλυθότος scripsi: ἐξεληλυθότος K(v), συνεξεληλυθότων V, om. Η, ἐξεληλυθότων ceteri
<lb/>5 καὶ om. AO
<lb/>6 ὀθνίων C μεταβολήν] ἀποδοχήν coni. Mang. μόνον O δυνατῶ FG
<lb/>7 ὁρᾶν Κ1: ἰδεῖν ceteri κοιμωμένων OFP
<lb/>8 μηδὲν] μὴ F
<lb/>10 μέντοι] μέν σοι ΒΚ περιπόθητον VA 
<lb/>12 δὲ CVA ἐπέσπενδεν M, ἔσπευδεν VAO δὲ CV
<lb/>13 φρατῆρες Α 
<lb/>14 ὁρίων CKV2H2: ὀρίων corr. ex ὀρέων E, ἱερέων F, ὀρέων ceteri ἀπέχοντι V2H2 (Turn.) διαταχέως C ἀπῆν (sic) M
<lb/>15 πόλιν ἡρώων transp. F
<lb/>16 τοὺς αὐχένας VK2 φύροντες CVBEKM: φύραντες ceteri
<lb/>18 δ’ Α
<lb/>19 οὐχ ὡς transp. AO (Mang.)
<lb/>20 πάσης om, F αἰδοῦς καὶ om. AO τιμῆς καὶ αἰδοῦς transp. F ἐδεξιοῦτο VK: ἐδόξει τοῦτον CBE, ἔδοξε τοῦτον M, ἐδεξιοῦτο τοῦτον ceteri (v) ἐν om. BEM
<lb/>22 θ’ Α
<lb/>23 ἔχοντας om. AO</note> <note xml:lang="lat" type="footnote">6—
<lb/>11 Gen. 46, —4 —18 Gen. 46, 28.
<lb/>29 18— 116
<lb/>2 Gen. 47, 10 8*</note>  

<pb n="v.4.p.116"/>
ἰδίων αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ὅσας ἀγέλας ἐγχειρίσας
αὐτοῖς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="258"><p><milestone unit="altref" n="43"/> Ὁ δὲ νεανίας τοσαύτῃ πίστεως ἐχρήσατο ὑπερβολῇ, ὥστε
τῶν καιρῶν καὶ τῶν πραγμάτων εἰς ἀργυρισμὸν παρεχόντων πλείστας
ὅσας ἀφορμάς, δυνηθεὶς δι’ ὀλίγου πλουσιώτατας τῶν κατ’ αὐτὸν <lb n="5"/>
γενέσθαι, τὸν γνήσιον ὡς ἀληθῶς πρὸ τοῦ νόθου πλοῦτον καὶ τὸν
βλέποντα πρὸ τοῦ τυφλοῦ θαυμάσας ἅπαντα τὸν ἄργυρον καὶ χρυσόν,
ὅσον ἐκ τῆς τιμῆς ἤθροισε τοῦ σίτου, ἐν τοῖς βασιλέως ἐθησαυρίζετο
ταμιείοις οὐδεμίαν δραχμὴν νοσφισάμενος, ἀλλὰ μόναις ἀρκεσθεὶς ταῖς
 δωρεαῖς, αἷς ἀμειβόμενος ἐκεῖνος ἀντεχαρίζετο.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="259"><p>καθάπερ τε οἰκίαν μίαν <lb n="10"/>
Αἴγυπτον καὶ σὺν αὐτῇ χώρας ἑτέρας καὶ ἔθνη πιεσθέντα τῷ λιμῷ
παντὸς λόγου κρεῖττον ἐπετρόπευσεν ὁ ἀνὴρ οὗτος κατὰ τὸ πρέπον
διανέμων τὰς τροφὰς καὶ ἀφορῶν οὐκ εἰς τὸ παρὸν μόνον λυσιτελὲς
 ἀλλὰ καὶ τὴν πρὸς τὸ μέλλον ὠφέλειαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="260"><p>ἡνίκα γοῦν ὁ ἕβδομος ἐνιαυτὸς
τῆς ἐνδείας ἐνέστη, μεταπεμψάμενος τοὺς γεωργοὺς — ἤδη γὰρ <milestone unit="altpage1" n="p. 78 M."/>  τῆς
εὐφορίας καὶ εὐθηνίας ἐλπὶς ἦν — ἐδίδου κριθάς τε καὶ πυροὺς εἰς σπέρματα <lb n="16"/>
φροντίσας τοῦ μηδένα νοσφίσασθαι καταθεῖναί τε εἰς τὰς ἀρούρας
ἃ ἔλαβεν, ὀπτῆρας καὶ ἐφόρους ἐπιλέξας ἀριστίνδην, οἳ τὴν σπορὰν
παραφυλάξουσι.</p></div></div></body></text></TEI>