<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="251"><p> εὐφόρησεν ἡ πεδιὰς καὶ ὁ λιμὸς εἰς εὐθηνίαν μετέβαλε. <milestone unit="altref" n="42"/> γνοὺς
δ’ ὁ βασιλεύς, ὅτι καὶ πατήρ ἐστιν αὐτῷ καὶ ἡ γενεὰ πολυάνθρωπος,
προτρέπει μεταναστῆναι πανοικὶ τὴν βαθυγειοτάτην Αἰγύπτου μοῖραν <lb n="10"/>
ὁμολογήσας δεδωρῆσθαι τοῖς ἀφιξομένοις. ἀπήνας οὖν καὶ ἁρμαμάξας
καὶ πλῆθος ὑποζυγίων ἐπηχθισμένων τἀπιτήδεια δίδωσι τοῖς
ἀδελφοῖς καὶ θεραπείαν ἱκανήν, ἵνα μετ’ ἀσφαλείας ἀγάγωσι τὸν
 πατέρα.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="252"><p>παραγενομένων δὲ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἄπιστα καὶ
μείζονα ἐλπίδων διηγουμένων, οὐ πάνυ προσεῖχε· κἂν γὰρ οἱ λέγοντες <lb n="15"/>
ἀξιοπιστότατοι, ἀλλ’ ἥ γε τοῦ πράγματος ὑπερβολὴ ῥᾳδίως συναινεῖν
 οὐκ ἐπέτρεπεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="253"><p>ἰδὼν δὲ ὁ πρεσβύτης τὰς ἐν τοιούτῳ καιρῷ παρασκευὰς
καὶ χορηγίας τῶν ἀναγκαίων ἀφθόνους τοῖς περὶ τούτου λεγομένοις
εὐτυχήμασι συνᾳδούσας ὕμνει τὸν θεόν, ὅτι τὸ δοκοῦν ἐκλελοιπέναι
 μέρος τῆς οἰκίας ἀπεπλήρωσεν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="254"><p>ἡ δὲ χαρὰ καὶ φόβον εὐθὺς ἐγέννησε <lb n="20"/>
τῇ ψυχῇ περὶ τῆς τῶν πατρίων ἐκδιαιτήσεως· ᾔδει γὰρ καὶ νεότητα
εὐόλισθον φύσει καὶ ξενιτείας τὴν εἰς τὸ ἁμαρτάνειν ἐκεχειρίαν καὶ
<note xml:lang="mul" type="footnote"><lb/>1 μὴ om. P1, ss. P2
<lb/>2 τῳ] τὸ GHP δωρεᾶς O
<lb/>3 τὰ ἐπιτήδεια CV αὐτοῖς V παραδοθῆναι VBEM
<lb/>4 πράξεως Α εἰσάπαν ΑΚ ὥστ’ HP, ὡς δ’ F
<lb/>5 πρώτων V τῶν om. CVBEKM G εὐηγγελίζοντο] ἐδήλουν HP(v)
<lb/>8 εὐφόρησεν CVBKMH2: ηὐφόρησεν ceteri εὐθηνίαν] εὐπορίαν Κ μετέβαλεν CG
<lb/>9 δὲ CV pr. καὶ om. Κ ἡ om. CBEKMA γενεὰ] συγγένεια coni. Mang.
<lb/>10 μεταστῆναι CVGHP1 πανοικὶ —εὶ C) μεταστῆναι transp. CV πανοικεὶ CHP(v)
<lb/>11 ἀπήνας] ἀπήγαγον γον in ras.) F 11.
<lb/>12 ἁμάξας M, ἀμάξας P
<lb/>12 τὰ ἐπιτήδεια CVBEM 
<lb/>13 μετὰ CVHP
<lb/>15 μείζω AO κἄν VMK2F2: καὶ corr. ex κἄν Β, καὶ ceteri
<lb/>16 ἥ γε CM, ἥ τε E, ἥ τε (sed τε del.) Β: ἡ (om. γε) ceteri συνιδεῖν O 16.
<lb/>17 συναινεῖν οὐκ ἐπέτρεπεν CV: οὐκ ἐπέτρεπε συναινεῖν ceteri 
<lb/>17 ἐπέτρεψε Α δ’ Α τῶ τοιούτω A
<lb/>19 ὕμνει VBEKM: ὑμνεῖ ceteri ἐλλελοιπέναι CVBEKM
<lb/>20 καὶ om. AOFHP
<lb/>21 ἐκδιαιτήσεως VK: ἐπιζητήσεως Α, ἐκζητήσεως ceteri 21.
<lb/>22 καὶ—φύσει] τὸ τῆς νεωτάτης εὐόλισθον φύσεως C; τὸ τῆς νεότητος εὐόλισθον φύσει conicio
<lb/>22 ξενιτείαν V2K2 τῆς Α ἐκεχειρίαν CBEKMO: ἐκκεχειρίαν ceteri</note> <note xml:lang="mul" type="footnote"><lb/>6 Thom. Mag. Ecl. 252,
<lb/>11 R. . . . καὶ ξένισις ἡ ξενοδοκία . . . καὶ ξενία τὸ αὐτό, ὡς Φίλων ἐν τῷ περὶ Ἰωσήφ: τῶν εἰς τὴν ξενίαν ἡκόντων ἀδελφῶν.</note>  

<pb n="v.4.p.115"/>
μάλιστα τῆς ἐν Αἰγύπτῳ χώρας τυφλωττούσης περὶ τὸν ἀληθῆ θεὸν
 ἕνεκα  <milestone unit="altpage2" n="p. 77 M."/> τοῦ γενητὰ καὶ θνητὰ θεοπλαστεῖν καὶ προσέτι πλούτου καὶ
δόξης ἐπιθέσεις ὀλιγόφροσι διανοίαις ἐπιτίθενται καὶ διότι ἀπολειφθείς,
μηδενὸς τῶν ἐκ τῆς πατρῴας οἰκίας συνεξεληλυθότος σωφρονιστοῦ,
<lb n="5"/> μόνος ὢν καὶ ἔρημος διδασκάλων ἀγαθῶν ἕτοιμος ἔσται πρὸς τὴν τῶν
ὀθνείων μεταβολήν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="255"><p>οὕτως οὖν διακείμενον ἰδὼν ᾧ μόνῳ δυνατὸν ἀόρατον ψυχὴν ὁρᾶν ἔλεον λαμβάνει καὶ κοιμωμένῳ νύκτωρ ἐπιφανείς φησι·
„μηδὲν εὐλαβοῦ περὶ τῆς εἰς Αἴγυπτον ἀφίξεως· αὐτὸς ἡγεμονεύσω
τῆς ὁδοῦ παρέχων τὴν ἀποδημίαν ἀσφαλῆ καὶ εὐάρεστον· ἀποδώσω
<lb n="10"/> μέντοι καὶ τὸν τριπόθητον υἱόν, ὅς ποτε τεθνάναι νομισθεὶς ἐκ πολυετίας
οὐ ζῶν μόνον ἀλλὰ καὶ χώρας τοσαύτης ἡγεμὼν ἀναφαίνεται.“ πληρωθεὶς
δ’ εὐελπιστίας ἅμα τῇ ἕῳ γεγηθὼς ἐπέσπευδεν.</p></div></div></body></text></TEI>