εὐφόρησεν ἡ πεδιὰς καὶ ὁ λιμὸς εἰς εὐθηνίαν μετέβαλε. γνοὺς δ’ ὁ βασιλεύς, ὅτι καὶ πατήρ ἐστιν αὐτῷ καὶ ἡ γενεὰ πολυάνθρωπος, προτρέπει μεταναστῆναι πανοικὶ τὴν βαθυγειοτάτην Αἰγύπτου μοῖραν ὁμολογήσας δεδωρῆσθαι τοῖς ἀφιξομένοις. ἀπήνας οὖν καὶ ἁρμαμάξας καὶ πλῆθος ὑποζυγίων ἐπηχθισμένων τἀπιτήδεια δίδωσι τοῖς ἀδελφοῖς καὶ θεραπείαν ἱκανήν, ἵνα μετ’ ἀσφαλείας ἀγάγωσι τὸν πατέρα. παραγενομένων δὲ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἄπιστα καὶ μείζονα ἐλπίδων διηγουμένων, οὐ πάνυ προσεῖχε· κἂν γὰρ οἱ λέγοντες ἀξιοπιστότατοι, ἀλλ’ ἥ γε τοῦ πράγματος ὑπερβολὴ ῥᾳδίως συναινεῖν οὐκ ἐπέτρεπεν. ἰδὼν δὲ ὁ πρεσβύτης τὰς ἐν τοιούτῳ καιρῷ παρασκευὰς καὶ χορηγίας τῶν ἀναγκαίων ἀφθόνους τοῖς περὶ τούτου λεγομένοις εὐτυχήμασι συνᾳδούσας ὕμνει τὸν θεόν, ὅτι τὸ δοκοῦν ἐκλελοιπέναι μέρος τῆς οἰκίας ἀπεπλήρωσεν. ἡ δὲ χαρὰ καὶ φόβον εὐθὺς ἐγέννησε τῇ ψυχῇ περὶ τῆς τῶν πατρίων ἐκδιαιτήσεως· ᾔδει γὰρ καὶ νεότητα εὐόλισθον φύσει καὶ ξενιτείας τὴν εἰς τὸ ἁμαρτάνειν ἐκεχειρίαν καὶ 1 μὴ om. P1, ss. P2 2 τῳ] τὸ GHP δωρεᾶς O 3 τὰ ἐπιτήδεια CV αὐτοῖς V παραδοθῆναι VBEM 4 πράξεως Α εἰσάπαν ΑΚ ὥστ’ HP, ὡς δ’ F 5 πρώτων V τῶν om. CVBEKM G εὐηγγελίζοντο] ἐδήλουν HP(v) 8 εὐφόρησεν CVBKMH2: ηὐφόρησεν ceteri εὐθηνίαν] εὐπορίαν Κ μετέβαλεν CG 9 δὲ CV pr. καὶ om. Κ ἡ om. CBEKMA γενεὰ] συγγένεια coni. Mang. 10 μεταστῆναι CVGHP1 πανοικὶ —εὶ C) μεταστῆναι transp. CV πανοικεὶ CHP(v) 11 ἀπήνας] ἀπήγαγον γον in ras.) F 11. 12 ἁμάξας M, ἀμάξας P 12 τὰ ἐπιτήδεια CVBEM 13 μετὰ CVHP 15 μείζω AO κἄν VMK2F2: καὶ corr. ex κἄν Β, καὶ ceteri 16 ἥ γε CM, ἥ τε E, ἥ τε (sed τε del.) Β: ἡ (om. γε) ceteri συνιδεῖν O 16. 17 συναινεῖν οὐκ ἐπέτρεπεν CV: οὐκ ἐπέτρεπε συναινεῖν ceteri 17 ἐπέτρεψε Α δ’ Α τῶ τοιούτω A 19 ὕμνει VBEKM: ὑμνεῖ ceteri ἐλλελοιπέναι CVBEKM 20 καὶ om. AOFHP 21 ἐκδιαιτήσεως VK: ἐπιζητήσεως Α, ἐκζητήσεως ceteri 21. 22 καὶ—φύσει] τὸ τῆς νεωτάτης εὐόλισθον φύσεως C; τὸ τῆς νεότητος εὐόλισθον φύσει conicio 22 ξενιτείαν V2K2 τῆς Α ἐκεχειρίαν CBEKMO: ἐκκεχειρίαν ceteri 6 Thom. Mag. Ecl. 252, 11 R. . . . καὶ ξένισις ἡ ξενοδοκία . . . καὶ ξενία τὸ αὐτό, ὡς Φίλων ἐν τῷ περὶ Ἰωσήφ: τῶν εἰς τὴν ξενίαν ἡκόντων ἀδελφῶν. μάλιστα τῆς ἐν Αἰγύπτῳ χώρας τυφλωττούσης περὶ τὸν ἀληθῆ θεὸν ἕνεκα τοῦ γενητὰ καὶ θνητὰ θεοπλαστεῖν καὶ προσέτι πλούτου καὶ δόξης ἐπιθέσεις ὀλιγόφροσι διανοίαις ἐπιτίθενται καὶ διότι ἀπολειφθείς, μηδενὸς τῶν ἐκ τῆς πατρῴας οἰκίας συνεξεληλυθότος σωφρονιστοῦ, μόνος ὢν καὶ ἔρημος διδασκάλων ἀγαθῶν ἕτοιμος ἔσται πρὸς τὴν τῶν ὀθνείων μεταβολήν. οὕτως οὖν διακείμενον ἰδὼν ᾧ μόνῳ δυνατὸν ἀόρατον ψυχὴν ὁρᾶν ἔλεον λαμβάνει καὶ κοιμωμένῳ νύκτωρ ἐπιφανείς φησι· „μηδὲν εὐλαβοῦ περὶ τῆς εἰς Αἴγυπτον ἀφίξεως· αὐτὸς ἡγεμονεύσω τῆς ὁδοῦ παρέχων τὴν ἀποδημίαν ἀσφαλῆ καὶ εὐάρεστον· ἀποδώσω μέντοι καὶ τὸν τριπόθητον υἱόν, ὅς ποτε τεθνάναι νομισθεὶς ἐκ πολυετίας οὐ ζῶν μόνον ἀλλὰ καὶ χώρας τοσαύτης ἡγεμὼν ἀναφαίνεται.“ πληρωθεὶς δ’ εὐελπιστίας ἅμα τῇ ἕῳ γεγηθὼς ἐπέσπευδεν.