<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="246"><p><milestone unit="altref" n="41"/> οἱ δὲ κατὰ διαδοχὴν τοὺς ἐπαίνους αὐτοῦ συνείροντες ἀπαύστως ἀχαλίνοις στόμασιν ἐξύμνουν ἄλλος ἄλλο τι διεξιών,
ὁ μὲν τὸ ἀμνησίκακον, ὁ δὲ τὸ φιλοίκειον, ὁ δὲ τὴν σύνεσιν, ἅπαντες
δ’ ἀθρόοι τὴν εὐσέβειαν ἐπὶ τὸν θεὸν ἀναφέροντος τὰ τέλη τῶν κατορθουμένων
καὶ μηκέτι ταῖς ἀβουλήτοις ἀρχαῖς καὶ πρώταις ἐνστάσεσι
<lb n="10"/> τῶν μὴ κατὰ γνώμην δυσχεράναντος καὶ τὴν ὑπερβάλλουσαν μετ’ αἰδοῦς
καρτερίαν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="247"><p>ὃς ἐν τοσαύταις γεγονὼς ἀνωμαλίαις οὔτε δουλεύων βλάσφημον οὐδὲν εἶπε κατὰ τῶν ἀδελφῶν ὡς πεπρακότων οὔτ’ εἰς εἱρκτὴν
ἀπαγόμενος ὑπ’ ἀθυμίας ἐξελάλησέ τι τῶν ἀπορρήτων οὔτε πολὺν
 χρόνον ἐκεῖ καταμένων, οἷα  <milestone unit="altpage2" n="p. 76 M."/> φιλεῖ, τοῖς δεσμώταις ἔθους ὄντος τὰς
<lb n="15"/> ἰδίας ἀτυχίας ἀναμετρεῖσθαι, ἀπεγύμνωσεν·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="248"><p>ἀλλ’ ὡς μηδὲν εἰδὼς τῶν αὐτῷ συμβεβηκότων, ἀλλ’ οὐδ’ ὅτε τὰ ὀνείρατα διέκρινεν ἢ τοῖς εὐνούχοις
ἢ τῷ βασιλεῖ, καιρὸν ἔχων εἰς μήνυσιν ἐπιτήδειον, ἐφθέγξατό τι
περὶ τῆς ἰδίας εὐγενείας, οὐδ’ ὅτε βασιλέως ὕπαρχος ἐχειροτονεῖτο
καὶ τῆς Αἰγύπτου πάσης τὴν ἐπιμέλειαν καὶ προστασίαν παρελάμβανεν,
<lb n="20"/> ἵνα μὴ δόξῃ τις εἶναι τῶν ἠμελημένων καὶ ἀφανῶν, ἀλλὰ τῷ ὄντι
εὐπατρίδης, οὐ φύσει δοῦλος, ἀλλ’ ἐπιβουλὰς ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν
ἀνηκέστους ὑπομεμενηκὼς καὶ συμφοράς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="249"><p>ἔτι δὲ πρὸς τούτοις ἐρρύη πολὺς ἔπαινος ἰσότητος αὐτοῦ καὶ δεξιότητος· τὰς γὰρ τῶν ἄλλων ἀλαζονείας
καὶ ἀπαιδευσίας ἡγεμόνων εἰδότες ἐθαύμαζον τὸ ἀνεπίφαντον
<lb n="25"/> καὶ ἀτραγῴδητον καὶ ὡς εὐθὺς ἰδὼν κατὰ τὴν προτέραν ὁδὸν
<note xml:lang="mul" type="footnote"><lb/>1 ταῦτ’ Α μηκέτ’ AF ἔχητε V
<lb/>5 πανταχόσε] πανταχόθεν κατὰ πολὺ HP(v) κατὰ] μετὰ M
<lb/>6 ἀπαύστως AOFGHP: ἀδιαστάτως CVBEKM; fort. scribendum ἀπαύστως καὶ ἀδιαστάτως
<lb/>8 δὲ CV τὸν om. C ἀναφέροντος KV2, corr. ex ἀναφέροντες E: ἀναφέροντες ceteri 8.
<lb/>9 τῶν κατορθουμένων τὰ τέλη transp. Α
<lb/>9 ἀρχαῖς om. H1P
<lb/>10 μὴ Κ: om. ceteri δυσχεράναντος VBEM, δυσχεραίναντος (sic) Κ: δυσχεράναντας C, δυσχεράναντες GHP, δυσχεραίνοντες AOF 
<lb/>11 ἀνομαλίαις C 11.
<lb/>12 οὐδὲν εἶπε βλάσφημον transp. AO
<lb/>12 οὔτε C 
<lb/>13 ὑπὸ C ἐξελάλησέ τι om. Ο ἀπορρήτων] ἀβουλήτων ΑΟ
<lb/>15 ἀτυχίας] τύχας AO ἀναμετρεῖσθαι corr. ex —εἷται Κ ἀπεγύμνου ΑΟ ἀλλ’ ὡς] ἄλλως AOGH1P, ἄλλοις τε F, ἀλόγως H2 μηδὲν εἰδὼς om. AOFGHP 
<lb/>16 ἀλλὰ FG οὐδὲ V συνέκρινεν V
<lb/>17 ἐφθέγξατό τι CK: τι φυλάξασθαι F, τι φθέγξασθαι ceteri
<lb/>18 ἀλλ’ οὐδ’ BKM οὐδὲ C τοῦ βασιλέως F 
<lb/>20 εἶναι om. Α
<lb/>21 ἥκιστα C
<lb/>22 ὑπομεμενηκὼς ἀνηκέστους transp. AO 
<lb/>23 αὐτῆς F
<lb/>24 εἰδότες ἡγεμόνων trausp. ΒΕΚM ἀνέπαφον AOFGHP 
<lb/>25 ὡς om. Ο Philonis opera vol. IV 8</note>  

<pb n="v.4.p.114"/>
ἀποκτεῖναι δυνάμενος ἢ τὸ γοῦν τελευταῖον λιμώττουσι τροφὰς μὴ παρασχεῖν
πρὸς τῷ μὴ τιμωρήσασθαι καὶ ὡς χάριτος ἀξίοις δωρεὰν ἔδωκε
 τἀπιτήδεια τὴν τιμὴν αὐτῶν ἀποδοθῆναι κελεύσας.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="250"><p>οὕτω μέντοι τὰ
τῆς ἐπιβουλῆς καὶ πράσεως εἰς ἅπαν ἠγνοήθη καὶ διέλαθεν, ὥσθ’ οἱ
ἐν τέλει τῶν Αἰγυπτίων συνήδοντο, ὡς πρῶτον ἄρτι τῶν ἀδελφῶν τοῦ <lb n="5"/>
προεστῶτος ἡκόντων, καὶ ἐπὶ ξενίαν ἐκάλουν καὶ φθάνοντες εὐηγγελίζοντο
τῷ βασιλεῖ, καὶ πάντα διὰ πάντων ἔγεμε χαρᾶς οὐκ ἔλαττον ἢ εἴπερ
</p></div></div></body></text></TEI>