οἱ δὲ κατὰ διαδοχὴν τοὺς ἐπαίνους αὐτοῦ συνείροντες ἀπαύστως ἀχαλίνοις στόμασιν ἐξύμνουν ἄλλος ἄλλο τι διεξιών, ὁ μὲν τὸ ἀμνησίκακον, ὁ δὲ τὸ φιλοίκειον, ὁ δὲ τὴν σύνεσιν, ἅπαντες δ’ ἀθρόοι τὴν εὐσέβειαν ἐπὶ τὸν θεὸν ἀναφέροντος τὰ τέλη τῶν κατορθουμένων καὶ μηκέτι ταῖς ἀβουλήτοις ἀρχαῖς καὶ πρώταις ἐνστάσεσι τῶν μὴ κατὰ γνώμην δυσχεράναντος καὶ τὴν ὑπερβάλλουσαν μετ’ αἰδοῦς καρτερίαν· ὃς ἐν τοσαύταις γεγονὼς ἀνωμαλίαις οὔτε δουλεύων βλάσφημον οὐδὲν εἶπε κατὰ τῶν ἀδελφῶν ὡς πεπρακότων οὔτ’ εἰς εἱρκτὴν ἀπαγόμενος ὑπ’ ἀθυμίας ἐξελάλησέ τι τῶν ἀπορρήτων οὔτε πολὺν χρόνον ἐκεῖ καταμένων, οἷα φιλεῖ, τοῖς δεσμώταις ἔθους ὄντος τὰς ἰδίας ἀτυχίας ἀναμετρεῖσθαι, ἀπεγύμνωσεν· ἀλλ’ ὡς μηδὲν εἰδὼς τῶν αὐτῷ συμβεβηκότων, ἀλλ’ οὐδ’ ὅτε τὰ ὀνείρατα διέκρινεν ἢ τοῖς εὐνούχοις ἢ τῷ βασιλεῖ, καιρὸν ἔχων εἰς μήνυσιν ἐπιτήδειον, ἐφθέγξατό τι περὶ τῆς ἰδίας εὐγενείας, οὐδ’ ὅτε βασιλέως ὕπαρχος ἐχειροτονεῖτο καὶ τῆς Αἰγύπτου πάσης τὴν ἐπιμέλειαν καὶ προστασίαν παρελάμβανεν, ἵνα μὴ δόξῃ τις εἶναι τῶν ἠμελημένων καὶ ἀφανῶν, ἀλλὰ τῷ ὄντι εὐπατρίδης, οὐ φύσει δοῦλος, ἀλλ’ ἐπιβουλὰς ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν ἀνηκέστους ὑπομεμενηκὼς καὶ συμφοράς. ἔτι δὲ πρὸς τούτοις ἐρρύη πολὺς ἔπαινος ἰσότητος αὐτοῦ καὶ δεξιότητος· τὰς γὰρ τῶν ἄλλων ἀλαζονείας καὶ ἀπαιδευσίας ἡγεμόνων εἰδότες ἐθαύμαζον τὸ ἀνεπίφαντον καὶ ἀτραγῴδητον καὶ ὡς εὐθὺς ἰδὼν κατὰ τὴν προτέραν ὁδὸν 1 ταῦτ’ Α μηκέτ’ AF ἔχητε V 5 πανταχόσε] πανταχόθεν κατὰ πολὺ HP(v) κατὰ] μετὰ M 6 ἀπαύστως AOFGHP: ἀδιαστάτως CVBEKM; fort. scribendum ἀπαύστως καὶ ἀδιαστάτως 8 δὲ CV τὸν om. C ἀναφέροντος KV2, corr. ex ἀναφέροντες E: ἀναφέροντες ceteri 8. 9 τῶν κατορθουμένων τὰ τέλη transp. Α 9 ἀρχαῖς om. H1P 10 μὴ Κ: om. ceteri δυσχεράναντος VBEM, δυσχεραίναντος (sic) Κ: δυσχεράναντας C, δυσχεράναντες GHP, δυσχεραίνοντες AOF 11 ἀνομαλίαις C 11. 12 οὐδὲν εἶπε βλάσφημον transp. AO 12 οὔτε C 13 ὑπὸ C ἐξελάλησέ τι om. Ο ἀπορρήτων] ἀβουλήτων ΑΟ 15 ἀτυχίας] τύχας AO ἀναμετρεῖσθαι corr. ex —εἷται Κ ἀπεγύμνου ΑΟ ἀλλ’ ὡς] ἄλλως AOGH1P, ἄλλοις τε F, ἀλόγως H2 μηδὲν εἰδὼς om. AOFGHP 16 ἀλλὰ FG οὐδὲ V συνέκρινεν V 17 ἐφθέγξατό τι CK: τι φυλάξασθαι F, τι φθέγξασθαι ceteri 18 ἀλλ’ οὐδ’ BKM οὐδὲ C τοῦ βασιλέως F 20 εἶναι om. Α 21 ἥκιστα C 22 ὑπομεμενηκὼς ἀνηκέστους transp. AO 23 αὐτῆς F 24 εἰδότες ἡγεμόνων trausp. ΒΕΚM ἀνέπαφον AOFGHP 25 ὡς om. Ο Philonis opera vol. IV 8 ἀποκτεῖναι δυνάμενος ἢ τὸ γοῦν τελευταῖον λιμώττουσι τροφὰς μὴ παρασχεῖν πρὸς τῷ μὴ τιμωρήσασθαι καὶ ὡς χάριτος ἀξίοις δωρεὰν ἔδωκε τἀπιτήδεια τὴν τιμὴν αὐτῶν ἀποδοθῆναι κελεύσας. οὕτω μέντοι τὰ τῆς ἐπιβουλῆς καὶ πράσεως εἰς ἅπαν ἠγνοήθη καὶ διέλαθεν, ὥσθ’ οἱ ἐν τέλει τῶν Αἰγυπτίων συνήδοντο, ὡς πρῶτον ἄρτι τῶν ἀδελφῶν τοῦ προεστῶτος ἡκόντων, καὶ ἐπὶ ξενίαν ἐκάλουν καὶ φθάνοντες εὐηγγελίζοντο τῷ βασιλεῖ, καὶ πάντα διὰ πάντων ἔγεμε χαρᾶς οὐκ ἔλαττον ἢ εἴπερ