καὶ νομίζω τῶν συμβεβηκότων οὐχ ὑμᾶς ἀλλὰ θεὸν αἴτιον γεγενῆσθαι βουληθέντα με τῶν αὐτοῦ χαρίτων καὶ δωρεῶν, ἃς ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἠξίωσε τῷ γένει τῶν ἀνθρώπων παρασχεῖν, ὑπηρέτην γενέσθαι καὶ διάκονον. ἐναργῆ δὲ πίστιν δύνασθε λαβεῖν ἐξ ὧν ὁρᾶτε· πᾶσαν μὲν Αἴγυπτον ἐπιτέτραμμαι, τιμὴν δὲ ἔχω τὴν πρώτην παρὰ τῷ βασιλεῖ καὶ μὲ νέον ὄντα πρεσβύτερος ὢν ὡς πατέρα τιμᾷ· θεραπεύομαί τε οὐχ ὑπὸ τῶν ἐγχωρίων μόνον ἀλλὰ καὶ ὑπὸ πλείστων ἄλλων ἐθνῶν, ὅσα καὶ ὑπήκοα καὶ αὐτόνομα· χρεῖα γὰρ πάντα διὰ τὴν ἔνδειαν προεστῶτος. ἄργυρός τε καὶ χρυσὸς καί, τὸ τούτων ἀναγκαιότερον, αἱ τροφαὶ παρ’ ἐμοὶ μόνῳ ταμιεύονται διανέμοντι καὶ κατακερματίζοντι πρὸς τὰς ἀναγκαίας χρείας ἑκάστοις τῶν δεομένων, ὡς μήτε τι τῶν εἰς τρυφὴν περιττεῦσαι μήτε τι τῶν εἰς ἐκπλήρωσιν ἐνδείας ἐπιλιπεῖν. ἀλλ’ οὐκ ἐναβρυνόμενος καὶ σεμνυνόμενος ταυτὶ διεξῆλθον, ἀλλ’ ἵν’ αἴσθησθε, ὅτι τῶν τηλικούτων οὐδεὶς ἔμελλεν ἀνθρώπων αἴτιος ἔσεσθαι δούλῳ καὶ μετὰ ταῦτα δεσμώτῃ γενομένῳ — καὶ γὰρ ἐδέθην ποτὲ συκοφαντηθείς —, ἀλλ’ ὁ τὰς ἐσχάτας συμφοράς τε καὶ δυσπραγίας μεθαρμοσάμενος εἰς τὰς ἀνωτάτω καὶ πρώτας εὐτυχίας θεὸς ἦν, 2 δὲ CV, οὖν F τῷ παρ’ ἐλπίδα coni. Wendl. 3 γῆς ΒΕMΑ0 4 κατηφῆτε 5 παρέχω post πεπραγμένων transp. M δεῖσθαι BE 7 συμβούλοις Mang.: συμβόλοις codd. 8 ὧ Κ: ἧ AOFGHP, om. CVBEAI 11 με AOKFB2: μὲν ceteri αὐτοῦ H 13 ἐναργῆ] ἐν ἀρχὴ H (Turn.) λαβεῖν δύνασθε transp. AO ἀναλαβεῖν CVBEKM; δύνασθε ἂν λαβεῖν coni. Mang. 14 ἐπιτέτραμμαι αἴγυπτον transp. F δ’ AF, τε CV πρώτην Κ: om. ceteri 15 τῷ om. VF 17 καὶ post ὅσα om. V, καὶ ὅσα transp. AO χρεῖ BM: χρήζει C(v), χρεία ceteri πάντων VFG, πᾶσι AOP2 18 ἀργύρου τε καὶ χρυσοῦ VK2 19 αἱ] καὶ G 19. 20 κανερματίζοντι Ο 20 τι] τινι F 21 τρυφὴν] τροφὴν coni. Mang. περιττεῦσαι Κ: om. ceteri τι] τινι F, om. CAO 22 οὐκ ἁβρυνόμενος C, οὐχ ἁβρυνόμενος VBEKM καὶ σεμνυνόμενος om. AO ἐξῆλθον G 23 ἵνα C ἄνθρωπος AOF 23. 24 ἔσεσθαι αἴτιος transp. HP 24 δεσμώτῃ] δεσπότη BEM 25 συμφοράς τε καὶ C: om. ceteri ᾧ πάντα δυνατά. ταῦτα ἐμοῦ διανοουμένου, μηκέτι εὐλαβῶς ἔχετε τὰς δυσφροσύνας ἐκποδὼν ποιησάμενοι καὶ πρὸς ἱλαρὰν μεταβαλόντες εὐθυμίαν. εὖ δ’ ἂν ἔχοι καὶ πρὸς τὸν πατέρα συντεῖναι καὶ πρῶτον αὐτῷ τὰ περὶ τῆς ἐμῆς εὑρέσεως εὐαγγελίσασθαι· φθάνουσι γὰρ αἱ φῆμαι πανταχόσε.“