ἐξ ὧν ἁπάντων ἤδη συνεπείθετο περὶ τοῦ μὴ καταστασιάζεσθαι μηδ’ ἐπιβουλεύεσθαι τὸν μητρῷον οἶκον λογισμόν τε εἰκότα καὶ περὶ τῶν αὑτῷ συμβεβηκότων ἐλάμβανεν, ὡς οὐκ ἐπιβουλαῖς ἀδελφῶν αὐτὰ μᾶλλον εἴη πεπονθὼς ἢ κατὰ πρόνοιαν θεοῦ τὰ μακρὰν ἐμβλέποντος καὶ τὰ μέλλοντα οὐχ ἧττον τῶν παρόντων ὁρῶντος. εἶτ’ ἐπὶ συμβάσεις καὶ καταλλαγὰς ἵετο νικώμενος ὑπὸ φιλοικείου πάθους καὶ ὑπὲρ τοῦ μηδὲν ὄνειδος προσβαλεῖν τοῖς ἀδελφοῖς ἕνεκα τῆς πράξεως οὐδένα τῶν Αἰγυπτίων ἐδικαίωσε παρεῖναι κατὰ τὴν πρώτην ἀναγνώρισιν· ἀλλὰ κελεύσας ἅπασαν τὴν θεραπείαν μεταστῆναι, πηγήν τινα δακρύων ἐξαίφνης ἀνεὶς καὶ τῇ δεξιᾷ προσελθεῖν ἐγγυτέρω σημήνας, ἵνα μηδ’ ἐκ τύχης ἐπακοῦσαί τις ἄλλος δυνηθῇ, φησὶν αὐτοῖς· „ἐπεσκιασμένον πρᾶγμα καὶ χρόνῳ μακρῷ συγκεκρύφθαι δοκοῦν μέλλων ἀνακαλύπτειν μόνος μόνοις ὑμῖν ἀπαμπίσχω· ἀδελφὸν ὃν 1 ἕνα κατέσχε τοὺς] ἐγκατασχέτους AOGH1P, ἀκατασχέτω F ἀπαίρειν ἐάσας transp. O 2 μάλιστα CVK 3 χαλεπωτάτης F 5 ξενία C post πολυτελεστέραις add. ἐχρῆτο καὶ HP(v) εὐώχει scripsi: εὐωχεῖ K1F, εὐωχεῖται AO, εὐωχεῖτο reteri (v) 6 εἰς ἕνα ἕκαστον VK2 7 ἐποικουρεῖ KM ἀνεχομένους AOP2 9 ἄχθος M ut vid. τρίτον ὑπενόησε AO τοῦ om. G 10 ἐκπώματος Κ: om. ceteri 11 ὁ ἔλεγχος V οὑτωσὶ F οὗτος ἔμελλεν ἔλεγχος transp. Α (Mang.) γεγενῆσθαι Κ οἰκειότατος BEM 12 συνεπύθετο Η (Turn.) 13 πατρῷον AO οἶκον om. O 14 τ’ Α αὑτῶ V2: αὐτῶ ceteri 15 πέπονθεν εἴη del.) C 10 pr. τὰ om. AOFGHP βλέποντος F μεταβάλλοντα BM, με λλοντα E 17 εἶτα CV ἵετο AFG: ἵετο ceteri 18 ὑπὸ τοῦ Α φιλοικίου F προβαλεῖν BEM 19 post οὐδένα add. δὲ F 21 ἐξαίφνης om. Α ἀφεὶς Α 22 σημείνας F μηδὲ C ἄλλος om. G 23 φασὶν V1 24 μέλλον F1 ἀνακύπτειν M μόνος om. Α ἐπαμπίσχω CV 17 sqq. Gen. cap. 45 ἀπέδοσθε εἰς Αἴγυπτον, ἐκεῖνος ὃν ὁρᾶτε νῦν παρεστῶτα αὐτός εἰμι ἐγώ.“ καταπλαγέντων δ’ αὐτῶν παρ’ ἐλπίδα καὶ διεπτοημένων καὶ ὥσπερ ὁλκῇ τινι βιαίῳ τὰς ὄψεις ἐπὶ γῆν καταβεβληκότων καὶ πεπηγότων ἀφώνων καὶ ἀχανῶν, „μὴ κατηφεῖτε“ | εἶπεν, „ἀμνηστίαν ἁπάντων p. 75 Μ. παρέχω τῶν εἰς ἐμὲ πεπραγμένων, μηδενὸς ἑτέρου δεῖσθε παρακλήτου· αὐτοκελεύστῳ καὶ ἑκουσίῳ γνώμῃ πρὸς συμβάσεις ἐθελοντὴς ἀφῖγμαι συμβούλοις χρησάμενος δυσί, τῇ τε πρὸς τὸν πατέρα εὐσεβείᾳ, ᾧ τὸ πλεῖστον τῆς χάριτος ἀνατίθημι, καὶ τῇ φυσικῇ φιλανθρωπίᾳ, ᾗ πρὸς ἅπαντας διαφερόντως δὲ πρὸς τοὺς ἀφ’ αἵματος χρῶμαι.