τοιαύτην μέλλεις κατατίθεσθαι χάριν, ἧς οὐκ ἂν δύναιτό τις μείζονα λαβεῖν· τίς γὰρ ἂν γένοιτο πατρὶ δωρεὰ μείζων ἢ υἱὸν ἀπογνωσθέντα κομίσασθαι;“ Πάντα δ’ ἦσαν ἀπόπειρα καὶ ταῦτα καὶ τὰ πρότερα, πῶς ἔχουσι τοῦ τῆς χώρας ἐπιτρόπου σκοποῦντος εὐνοίας πρὸς τὸν ὁμομήτριον ἀδελφόν· ἐδεδίει γάρ, μὴ φυσικῇ τινι ἀλλοτριώσει κέχρηνται, καθάπερ οἱ ἐκ μητρυιῶν γεγονότες πρὸς τὸν ἐξ ἑτέρας ἰσοτίμου γυναικὸς οἶκον. διὰ τοῦτο καὶ ὡς κατασκόπους ᾐτιᾶτο καὶ περὶ τοῦ γένους ἐπυνθάνετο πρόφασιν τοῦ γνῶναι, εἰ περίεστιν ὁ ἀδελφός, ἀλλὰ μὴ ἐξ ἐπιβουλῆς 1 ἀβουλῶν CVBEKM: ἀβουλήτως Α (prob. Mang.), ἀβούλως ceteri (v) ἐνεχείρησεν AH μὲν om. Α ἔδειξας C ἀδικεῖσθαι VAO δίκην Α 2 δὲ C ἐθελοντὶ AO 3 νεωνήτων om. F, δούλων add. F2; ἀργυρωνήτων coni. Mang. coll. 108,7 4 λήψεται scripsi: λήψη codd. δὲ CV οὐκ] οὐδ’ AO ἐᾶν] ἂν Κ 5 τοιούτων Α 6 ἱκετῶν Κ1: καὶ τῶν ceteri post ἁπάντων add. ἐκπεπτωκώς Α mg. P2 σὴν om. V 7 γοῦν AO 8 τοὺς om. F ἀρετῆς] κατ’ ἀρετὴν AO 9 πόλιν (sic) Ε αὐτοῦ codd. ἐπέτρεψε Κ 9. 10 καίτοι H2: καὶ τοὺς V2, καὶ τοῖς ceteri 1(3 χρωμένους V2 11 βραχύ τι BEKM τῶν] τοῖς GH2 τῶν χωρίων F1, τῶνδε τῶν χωρίων AOH1P, τῶν δ’ ἐγχωρίων V ἠλλοτριωμένας CV1EF, ἠλλοτριωμένοις V2H2 12 post λόγων add. σοφῶν G 13. 14 εὐγνώμονας FHP1: ὁμογνώμονας ceteri 15 τις AOFGH: om. ceteri (v) γὰρ om. M 16 υἱὸν K: τὸν ceteri 17 δὲ CV ἦσαν] ἦν conicio ἀπόπειρα om. AO ante πῶς ss. τοῦ V2K2 18 εὔνοιαν G, τἀς ἐννοίας VBEM 19 ἀλλοτριώσει] ἀκολουθία paene eras. Ο κέχρηται M, κέκτηνται G γεγονό ἶσο 20 μητρυιῶν VAOKGH1P1: μετρίων ceteri φύντες Κ ὁμοτίμου Α οἶκον om. V 21 καὶ περὶ—ἐπυνθάνετο om. BEM ἐπυνθάνετο] ἠτιᾶτο Α 22 προφάσει CVBEKM ὁ om. M ἀνῄρηται, καὶ ἕνα κατέσχε τοὺς ἄλλους ἐάσας ἀπαίρειν ὁμολογήσαντας ἀγαγεῖν τὸν νεώτατον, ὃν ἰδεῖν μάλιστ’ ἐπόθει καὶ τῆς ἐπ’ αὐτῷ χαλεπῆς καὶ βαρυτάτης ἀνίας ἀπαλλαγῆναι. καὶ ἐπειδὴ παρεγένετο καὶ τὸν ἀδελφὸν ἐθεάσατο, μικρὸν ὅσον ἀνεθεὶς τῆς φροντίδος, καλέσας ἐπὶ ξενίαν καὶ ἑστιῶν πολυτελεστέραις εὐώχει τὸν ὁμομήτριον παρασκευαῖς, ἀποβλέπων εἰς ἕκαστον καὶ τεκμαιρόμενος ἐκ τῆς ὄψεως, εἴ τις αὐτοῖς ὑποικουρεῖ φθόνος. καὶ ὡς ἀσμενίζοντας ἑώρα καὶ ἀναχεομένους ἐπὶ τῇ τοῦ νεωτάτου τιμῇ, δυσὶν ἤδη μαρτυρίαις σημειωσάμενος τὸ μηδὲν ἔχθος ὑποτύφεσθαι καὶ τρίτην ἐπενόησε, τὴν τοῦ κεκλέφθαι δοκοῦντος ἐκπώματος αἰτίαν ἀναθεὶς τῷ νεωτάτῳ· σαφέστατος γὰρ ἔμελλεν ἔλεγχος οὑτοσὶ γενέσθαι τῆς ἑκάστου διανοίας καὶ οἰκειότητος τῆς πρὸς τὸν συκοφαντούμενον ἀδελφόν.