πρὸς οὖν οὕτω διακείμενον τὸν πατέρα πῶς ἂν ἀφικοίμεθα; τίσι δ’ ὀφθαλμοῖς αὐτὸν θεάσασθαι δίχα τούτου δυνησόμεθα; τελευτὴν οἰκτίστην ὑπομενεῖ μόνον ἀκούσας, ὡς οὐκ ἐπανελήλυθεν· εἶθ’ ἡμᾶς ἀνδροφόνους καὶ πατροκτόνους ἕκαστος ἐρεῖ τῶν φιλαπεχθημόνων καὶ ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ἐθελοκακούντων. τὸ δὲ πλεῖστον τῆς κατηγορίας ῥυήσεται κατ’ ἐμοῦ· πολλὰ γὰρ ὑπεσχόμην τῷ πατρὶ προέσθαι παρακαταθήκην λαμβάνειν ὁμολογῶν, ἣν ἀποδώσειν, ὅταν ἀπαιτηθῶ· πῶς δ’ ἄν, εἰ μὴ ἐξευμενισθείης αὐτός, ἀποδοῦναι δυναίμην; οἶκτον δέομαι τοῦ πρεσβύτου λαβεῖν καὶ εἰς ἔννοιαν ἐλθεῖν τῶν κακῶν οἷσπερ ἀνιαθήσεται μὴ κομισάμενος ὃν 1 ἐστίν BEK1M: ἐστὶ παιδὶ (sic) C, ἐστὶ παιδίον ceteri στεργόμενον VA ὑπὸ] παρὰ Ο 2 ἐπειδὴ] ἐπεὶ HP ἐστιν CH alt. καὶ] καὶ γὰρ F, καὶ om. HP δυοῖν AKHP δυεῖν γενομένων ὁμομητρίων] ὁμομητρίων γὰρ δυοῖν γενομένων HP 3 ἀπελήφθη F1 4 δὲ σοῦ CK: δὲ (om. σοῦ) V, δ’ (om. σοῦ) ceteri (fort. recte) ἀπειλοῦντα G 5 εἰς ὄψιν ἡμῖν transp. HP ἔτι τὴν σὴν Κ: om. ceteri 6 οἴκαδ’ AH 7 καταρχὰς OGP 8 δὲ C 9 ὡς ante ἐπὶ add. AO σιτωνείαν HP σὰς om. F ἐπαναςάσεις Κ, ἐπαναστάσεις AHP 10 ἄλλον ἀδελφὸν transp. Κ, ἄλλον om. BEM 11 εἶχεν GH (V1 ut vid.) ἀνωμολογήσαμεν AO δὲ CV μελήσει VBEM 12 τῶν om. C 12. 13 ἀλλοδαπὴ C 13 τὴν ἰδίαν πόλιν vel τὰς πόλεις coui. Mang.; sed cf. de decal. § 13 μὲν οὖν F 14 ἄν] οὖν O, om. Α ἀφικώμεθα FG τίσι—δυνησόμεθα (15) om. BEM δὲ CVK αὐτὸν θεάσασθαι δίχα τούτου δυνησόμεθα CK: θ. δ. τ. δ. (om. αὐτὸν) V, δίχα τ. δὺν. αὖ. θ. AO, δ. τ. θ. αὐ. δυν. FGHP 16 ἀνδροκτόνους (pro ἀνδροφόνους) O 17 τῖς om. A 19 γὰρ—πατρὶ om. BEM λαμβάνων O 20 ὅταν ἀπαιτηθῶ ἀποδώσειν Ο 21 δέομαί σου coni. Mang. 22 οἷς ἀβουλῶν ἐνεχείρισεν. ἀλλὰ σὺ μὲν ὑπὲρ ὧν ἔδοξας ἠδικῆσθαι δίκας λάμβανε. δώσω δ’ ἐθελοντὴς ἐγώ· δοῦλον ἀπὸ ταύτης ἀνάγραφε τῆς ἡμέρας, ἄσμενος ὑπομενῶ τὰ τῶν νεωνήτων, ἐὰν τὸ παιδίον ἐθελήσῃς ἐᾶσαι. λήψεται δ’ οὐκ αὐτὸς τὴν χάριν, ἐὰν ἄρα διδῷς, ἀλλ’ ὁ μὴ παρὼν ἐπικουφισθεὶς τῶν φροντίδων, ὁ τῶν τοσούτων πατὴρ ἱκετῶν ἁπάντων· ἱκέται γάρ ἐσμεν καταπεφευγότες ἐπὶ τὴν σὴν ἱερωτάτην δεξιάν, ἧς μηδέποτε διαμάρτοιμεν. ἔλεος οὖν εἰσελθέτω σε γήρως ἀνδρὸς τοὺς ἀρετῆς ἄθλους κατὰ πᾶσαν ἡλικίαν διαπονήσαντος· τὰς κατὰ Συρίαν πόλεις εἰς ἀποδοχὴν αὑτοῦ καὶ τιμὴν ἐπέστρεψε, καίτοι ξενικωτέροις ἔθεσι καὶ νομίμοις καὶ πολὺ διεστῶσι χρώμενος, οὐ βραχεῖ τινι τῶν ἐγχωρίων ἠλλοτριωμένος· ἀλλ’ ἡ τοῦ βίου καλοκἀγαθία καὶ τὸ σύμφωνον καὶ ὁμολογούμενον πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων ἐξενίκησεν, ὡς καὶ τοὺς ἕνεκα τῶν πατρίων μὴ εὐγνώμονας μεθαρμόσασθαι.