πυνθάνομαι μὲν οὖν, ὅτι πρὸ τῆς πόλεως καὶ θάνατον ὡρίζετε κατὰ τοῦ ἁλόντος· ἐγὼ δ’ ἕκαστα πρὸς τὸ ἐπιεικὲς ἄγων καὶ ἡμερώτερον ἐπικουφίζω τὴν τιμωρίαν δουλείαν ὁρίσας ἀντὶ θανάτου.“ χαλεπῶς δὲ τὴν ἀπειλὴν φερόντων καὶ ἐφ’ οἷς ἐσυκοφαντοῦντο καταδυομένων ὁ τέταρτος καθ’ ἡλικίαν — ἦν δὲ τολμητὴς μετ’ αἰδοῦς καὶ θαρραλέος, παρρησίαν τὴν ἄνευ ἀναισχυντίας ἐπιτετηδευκώς — προσελθών φησι· „δέομαι, δέσποτα, μὴ θυμῷ χαρίσασθαι μηδ’ ὅτι τέταξαι τὴν μετὰ βασιλέα τάξιν προκαταγνῶναι πρὸ τῆς ἀπολογίας ἡμῶν. πυνθανομένῳ σοι κατὰ τὴν προτέραν ἐπιδημίαν περί τε ἀδελφοῦ καὶ πατρὸς ἀπεκρινάμεθα· πατὴρ μέν ἐστι πρεσβύτης, οὐ χρόνῳ μᾶλλον γεγηρακὼς ἢ ταῖς ἐπαλλήλοις δυστυχίαις, ὑφ’ ὧν γυμναζόμενος ἀθλητοῦ τρόπον ἐν πόνοις καὶ δυσκαρτερήτοις κακοπαθείαις 1 τῶν συμβεβηκότων F 3 ἔννοιαν HP ἐπιδεικνύονται AO, ἐπεδείκνυντο V2 4 κλοπῆ VBEKM: κλοπῆς ceteri μηδὲ CV 5 ἐπ’ αὐτῶν Wendl.: ἐπ’ αὐτῶ (cum proximis coniunctum) codd. 6 ὑπισχνοῦνται F προβλήτους M mg. K2, προ(??)βλήτους (σ eras.) V: προσβλήτους BE, προσηλύτους ceteri 7 παραλιπόντες VBEMAO παραλιπόντες post οἰκετικῶν transp. AO post ὀνομάτων add. ὧν CVBEKM 8 ἑαυτοὺς HP: αὐτοὺς ABEKV2, αὐτοὺς ceteri δὲ V βαθυτάτῳ coni. Mang. coll. 97,6 9 τοῦτ’ Α τοσούτους ἀπάγειν] τοσούτοις ἅπασιν ἐνέχειν CVK2BEM 10 ἁμαρτῶντος C, ἁμαρτάνοντος V τίς F 12 μὲν om. AO καὶ post ὅτι transp. AOFGHP(v) 13 ὁρίζετε GH τοῦ om. M δὲ CF 14 καὶ om. C 15 καὶ om. HP 16 δὲ om. F τολμητίας AOFGHP 17 μετὰ Β μετ’ αἰδοῦς om. M 18 προσελθὼν om. F χρήσασθαι AOFGHP (Turn.) 19 μηδὲ CV βασιλέως F, βασιλείαν C 21 τοῦ ἀδελφοῦ HP ἀδελφῶν F καὶ περὶ πατρὸς BEKM πρεσβύτερος C 22 ἀλλεπαλλήλαις ΗP 23 πόνοις] πόλοις (sic) M τληπαθείας G 6 προβλήτους e Soph. Ai. 830 διετέλεσεν· ἀδελφὸς δὲ κομιδῇ νέος ἐστίν, ἐκτόπως στεργόμενος ὑπὸ τοῦ πατρός, ἐπειδὴ καὶ ὀψίγονός ἐστι καὶ δυεῖν γενομένων ὁμομητρίων ἀπελείφθη μόνος, τοῦ πρεσβυτέρου βιαίως ἀποθανόντος. κελεύοντος δὲ σοῦ ἐνθάδε τὸν ἀδελφὸν ἀγαγεῖν καὶ ἀπειλοῦντος, εἰ μὴ παραγένοιτο, μηδ’ ἡμῖν εἰς ὄψιν ἐλθεῖν ἔτι τὴν σὴν ἐπιτραπήσεσθαι, κατηφοῦντες ἀπηλλαττόμεθα καὶ μόλις οἴκαδε ἐπανελθόντες ἐδηλοῦμεν τὰ ἀπὸ σοῦ τῷ πατρί. ὁ δὲ κατ’ ἀρχὰς μὲν ἀντέλεγε δεδιὼς σφόδρα περὶ τῷ παιδί, τῶν δ’ ἀναγκαίων ὑποσπανιζόντων καὶ μηδενὸς ἡμῶν τολμῶντος ἐπὶ σιτωνίαν ἥκειν δίχα τοῦ νεωτάτου διὰ τὰς σὰς ἐπανατάσεις, μόλις πείθεται τοῦτον συνεκπέμψαι μυρία μὲν αἰτιώμενος, ὅτι ἀδελφὸν ἄλλον ἔχειν ὡμολογήσαμεν, μυρία δ’ οἰκτιζόμενος, εἰ μελλήσει διαζεύγνυσθαι· νήπιος γάρ ἐστι καὶ πραγμάτων ἄπειρος, οὐ μόνον τῶν κατὰ τὴν ἀλλοδαπήν, ἀλλὰ καὶ τῶν κατὰ τὴν πόλιν.