<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="216"><p>ὃς δ’ ἂν ἔχων ἁλῷ τὸ ἔκπωμα τῶν ἀδελφῶν, θνῃσκέτω· θανάτου γὰρ τἀδίκημα, εἰ γέγονεν
ὄντως, τιμώμεθα διὰ πολλά· πρῶτον μὲν ὅτι πλεονεξία καὶ τὸ τῶν
<lb n="10"/> ἀλλοτρίων ἐπιθυμεῖν παρανομώτατον, δεύτερον ὅτι τοὺς ὠφεληκότας
βλάπτειν ἐπιχειρεῖν ἀνοσιώτατον, τρίτον δὲ ὅτι τοὺς μέγα φρονοῦντας
 ἐπ’ εὐγενείᾳ τὸ τῶν προγόνων ἀξίωμα  <milestone unit="altpage2" n="p. 72 M."/> καθαιρεῖν ἔργοις ὑπαιτίοις
τολμᾶν ὄνειδος αἴσχιστον· οἷς ἅπασιν ἔνοχος ὤν, εἴ τις ἡμῶν ὑφῄρηται,
θανάτων μυρίων ἄξια πεπραχὼς τελευτάτω.“ </p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="217"><p><milestone unit="altref" n="37"/> καὶ ἅμα λέγοντες <lb n="15"/> τὰ ἄχθη τῶν ὑποζυγίων καθαιροῦσι καὶ προτρέπονται μετὰ πάσης
ἐπιμελείας ἐρευνᾶν. ὁ δὲ οὐκ ἀγνοῶν ἐν τῷ τοῦ νεωτάτου κατακείμενον
ἅτε αὐτὸς λάθρα θεὶς ἐσοφίζετο καὶ τὴν ἀρχὴν ἀπὸ τοῦ
πρεσβυτάτου ποιησάμενος ἑξῆς κατὰ στοῖχον ἐπακολουθῶν ταῖς ἡλικίαις
ἐσκόπει, προφέροντος ἑκάστου καὶ ἐπιδεικνυμένου τὰ ἀγγεῖα, μέχρι τοῦ
<lb n="20"/> τελευταίου, παρ’ ᾧ καὶ τὸ ζητούμενον ἀνευρέθη, ὡς ἰδόντας ἀθρόους
ἀνοιμῶξαι καὶ τὰς ἐσθῆτας διαρρήξαντας ἐκδακρύειν ἐπιστένοντας καὶ
ζῶντα τὸν ἀδελφὸν ἔτι προθρηνοῦντας καὶ οὐχ ἧττον αὑτοὺς καὶ τὸν
πατέρα, ὃς προὔλεγε τὰς συμβησομένας τῷ υἱῷ κακοπραγίας, δι’ ἃς
βουλομένοις συναποδημεῖν τὸν ἀδελφὸν οὐκ ἐπέτρεπε.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="218"><p>κατηφοῦντες δὲ <lb n="25"/> καὶ συγκεχυμένοι τὴν αὐτὴν ὑπέστρεφον ὁδὸν εἰς τὴν πόλιν
<note xml:lang="mul" type="footnote"><lb/>2 ἔσεσθαι] εἷναι BK1M (Mang.), om. Ε ὁ] καὶ V2H2 (Turn.) ὃς] ὧν Α ὤφελες M
<lb/>3 συνηγορεύειν V ἐξ ὧν ἐπειράθης ante ἡμῖν συναγορεύειν transp. AO ἢ] οἲ OV2H2, οἱ Α
<lb/>4 τὸ εὑρεθέν om. CVBEM
<lb/>5 τῶν τρόπων Κ: τὸ λοιπὸν H2(v), τῶν λοιπῶν ceteri 5.
<lb/>6 τοὺς ξενοδόχους F 
<lb/>6 ζημία AO οὔτε] οὐ CVBEKM (Mang.) ἕ μήτε CV 7.
<lb/>8 ἀλῶ τὸ ἔκπωμα ἔχων transp. Κ
<lb/>8 θανάτω F
<lb/>9 διὰ πολλοὺς Κ
<lb/>11 δὲ om. CVBEKM
<lb/>14 πεπρακὼς FG λέγοντες CVBEKM: λύοντες ceteri (v) 
<lb/>17 ἀρχὴν om. Α
<lb/>18 ἐξ ἧς F κατὰ στοῖχον om. F στοῖχον AO: στίχον ceteri (v) ἀκολουθῶν G
<lb/>19 καὶ ἐπιδεικνυμένου om. AO post μέχρι add. καὶ V
<lb/>20 ἀνηυρέθη C, εὑρέθη F ἀθρόως CF, ἀθρόον VBEKM 
<lb/>21 ἐνδακρύειν AO, δακρύειν M
<lb/>22 τὸν ἀδελφὸν ζῶντα ἔτι transp. HP; τὸν ἀδελφὸν ἔτι ζῶντα Turn. αὐτοὺς VAGH2: αὐτοῦ C (Mang.), αὐτοὺς ceteri 22.
<lb/>23 καὶ καὶ τὸν πατέρα] ἢ τὸν πατέρα Κ, τὰ κατὰ τόν πατέρα C (Mang.)
<lb/>23 τὰς συμβησογρ. τὴν πόλιν μένους Α
<lb/>25 ὁδὸν ὑπέστρεφον transp. V εἰς αἴγυπτον Κ</note>  

<pb n="v.4.p.108"/>
ἐκπεπληγμένοι τῷ συμβεβηκότι καὶ τὸ πρᾶγμα ἐπιβουλὴν ἀλλ’ οὐ φιλαργυρίαν
ἀδελφοῦ νομίζοντες· εἶτα τῷ τῆς χώρας ἐπιτρόπῳ προσαχθέντες φιλάδελφον
 εὔνοιαν ἀπὸ γνησίου πάθους ἐπιδείκνυνται.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="219"><p>προσπεσόντες γὰρ
ἀθρόοι τοῖς ἐκείνου γόνασιν ὡς κλοπῇ πάντες ἔνοχοι, ὃ μηδ’ εἰπεῖν
θέμις ἐπ’ αὐτῶν, ἐδακρυρρόουν, ἱκέτευον, ἑαυτοὺς ἐξεδίδοσαν, ἑκούσιον <lb n="5"/>
δουλείαν ὑπισχνοῦντο, δεσπότην προσηγόρευον ἐκεῖνον, προβλήτους,
οἰκότριβας, ἀργυρωνήτους, οὐδὲν παραλείποντες τῶν οἰκετικῶν ὀνομάτων,
 ἀνεκάλουν ἑαυτούς.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="220"><p>ὁ δ’ ἔτι μᾶλλον ἀποπειρώμενος ἤθει βαρυτάτῳ
φησὶν αὐτοῖς· „μηδέποτε τοῦτο ἐργασαίμην, ὡς τοσούτους ἀπάγειν
ἑνὸς ἁμαρτόντος· τί γὰρ εἰς μετουσίαν ἄξιον καλεῖν τιμωριῶν τοὺς μὴ <lb n="10"/>
τῶν ἀδικημάτων κοινοπραγήσαντας; ἐκεῖνος μόνος, ἐπεὶ καὶ μόνος
 ἔπραξε, κολαζέσθω.</p></div></div></body></text></TEI>