<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="211"><p> ἀποδημήσομεν. <milestone unit="altref" n="36"/> ἀλλὰ γὰρ οὕτω διακειμένων καὶ τοιαῦτα ταῖς
ψυχαῖς ἀναπολούντων, αἰφνίδιος καὶ ἀπροσδόκητος ταραχὴ καταλαμβάνει. <lb n="10"/>
προσταχθεὶς γὰρ ὁ τῆς οἰκίας ἐπιμελητής, ἐπαγόμενος θεραπόντων
πλῆθος οὐκ ὀλίγον, κατασείων τὰς χεῖρας καὶ μένειν ὑποσημαίνων
 ἐβοηδρόμει.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="212"><p>καὶ συντείνας ἄσθματος πλήρης "ἐπεσφράγισθε" εἶπε „καὶ
τὰς προτέρας καθ’ αὑτῶν αἰτίας· ἀγαθὰ κακοῖς ἀμειψάμενοι πάλιν
τὴν αὐτὴν ὁδὸν τῶν ἀδικημάτων ἐτράπεσθε· τὴν τοῦ σίτου τιμὴν <lb n="15"/>
ὑπεξελόμενοι καὶ μεῖζον ἔτι προσεξειργάσασθε· πονηρία γὰρ τυχοῦσα
 ἀμνηστίας ἐπιδίδωσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="213"><p>τὸ κάλλιστον καὶ τιμιώτατον ἔκπωμα τοῦ δεσπότου,
ἐν ᾧ προπόσεις προὔπινεν ὑμῖν, κεκλόφατε οἱ λίαν εὐχάριστοι, οἱ λίαν
εἰρηνικοί, οἱ μηδ’ ὄνομα κατασκοπῆς εἰδότες, οἱ διττὸν ἀργύριον εἰς
ἀπόδοσιν τοῦ προτέρου κεκομικότες, ἐνέδραν ὡς ἔοικε καὶ δέλεαρ ἐπὶ <lb n="20"/>
θήραν καὶ ἁρπαγὴν πλειόνων. ἀλλ’ οὐκ εἰς ἅπαν εὐοδεῖ κακία, λανθάνειν
 δ’ ἀεὶ τεχνάζουσα καταφωρᾶται.“</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="214"><p>ταῦτα συνείροντος, ἀχανεῖς
ἐπάγησαν, λύπης καὶ φόβου, τῶν ἀργαλεωτάτων κακῶν, ἐξαίφνης
ἐπιπεσόντων, ὡς μηδὲ διᾶραι τὸ στόμα δύνασθαι· τῶν γὰρ ἀπροσδοκήτων
κακῶν αἱ προσβολαὶ καὶ τοῖς δεινοῖς περὶ λόγους ἀφωνίαν <lb n="25"/>
 ἐμποιοῦσι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="215"><p>παρειμένοι δ’ ὅμως ὑπὲρ τοῦ μὴ δοκεῖν ἁλισκόμενοι τῷ
<note xml:lang="mul" type="footnote"><lb/>1 καὶ om. V
<lb/>2 γνησίας AKP φιλίας mg. K, φιλανθρωπίας in textu Ε ἀνθρώποις om. AOP μεταλαβεῖν F
<lb/>4 ἐπὶ om. HP(v) post ἐπὶ add. τῶν V
<lb/>5 κατασκόποις Κ (fort. recte), ἐπισκόπων H1P δὲ om. FGHP 
<lb/>6 δὲ om. Α ἐπιλείποι F
<lb/>7 τὰ ἐπιτήδεια CVAO ἐπιδεεῖς V 
<lb/>9 ἀποδημήσωμεν F, ἐπιδημήσομεν ΑV2
<lb/>11 προσταχθὲν CBEKM
<lb/>12 ὀλίγων AOF μένειν] μέλεσιν G
<lb/>13 βοη(??)δρόμει (sic) F πλήρεις F ἐπεσφράγισθε CV1BEKM: ἐπισφραγίσασθε H1P, ἐπεσφραγίσασθε ceteri
<lb/>14 καθ’ αὑτῶν προτέρας transp. Α
<lb/>16 προεξειργάσασθε V, προσεξεργάσεσθε ΒΕΜ
<lb/>18 προπόσεις] πρὸ πότου F προὔτεινεν M ὑμεῖς V2, ἡμῖν Α
<lb/>19 μηδὲ CV 
<lb/>21 θήρᾳ καὶ ἁρπαγῇ coni. Wcndl. πλειόνων om. F εἰσάπαν AGP εὐοδεῖ εἰ CVBEM, εὐοδοῖ Κ: εὐοδοῦται ceteri (v)
<lb/>22 δὲ CV, δ’ om. A αἰεὶ AO καταφορᾶται Α
<lb/>23 ἐπεπήγεισαν AO
<lb/>21 τὸ om. V
<lb/>25 αἱ προσβολαὶ κακῶν transp. Α καὶ—λόγους om. V
<lb/>26 ποιοῦσι H δὲ CK</note>  

<pb n="v.4.p.107"/>
συνειδότι καθησυχάζειν "πῶς" ἔφασαν "ἀπολογησόμεθα καὶ πρὸς τίνα; σὺ
γὰρ μέλλεις ἔσεσθαι καὶ δικαστὴς ὁ κατήγορος, ὃς ὤφειλες καὶ ἑτέρων
αἰτιωμένων ἡμῖν συναγορεύειν ἐξ ὧν ἐπειράθης· ἢ τὸ μὲν ἀργύριον
τὸ εὑρεθὲν ἐν τοῖς ἀγγείοις πρότερον οὐδενὸς ἐλέγχοντος ἐκομίσαμεν
<lb n="5"/> ἀποδώσοντες, τοσαύτῃ δ’ ἐχρησάμεθα τῶν τρόπων μεταβολῇ, ὡς τὸν
ξενοδόχον ἀμείψασθαι ζημίαις καὶ κλοπαῖς; ἀλλ’ οὔτε γέγονε τοῦτο
μήτ’ εἰς νοῦν ἔλθοι ποτὲ τὸν ἡμέτερον.</p></div></div></body></text></TEI>