ἀποδημήσομεν. ἀλλὰ γὰρ οὕτω διακειμένων καὶ τοιαῦτα ταῖς ψυχαῖς ἀναπολούντων, αἰφνίδιος καὶ ἀπροσδόκητος ταραχὴ καταλαμβάνει. προσταχθεὶς γὰρ ὁ τῆς οἰκίας ἐπιμελητής, ἐπαγόμενος θεραπόντων πλῆθος οὐκ ὀλίγον, κατασείων τὰς χεῖρας καὶ μένειν ὑποσημαίνων ἐβοηδρόμει. καὶ συντείνας ἄσθματος πλήρης "ἐπεσφράγισθε" εἶπε „καὶ τὰς προτέρας καθ’ αὑτῶν αἰτίας· ἀγαθὰ κακοῖς ἀμειψάμενοι πάλιν τὴν αὐτὴν ὁδὸν τῶν ἀδικημάτων ἐτράπεσθε· τὴν τοῦ σίτου τιμὴν ὑπεξελόμενοι καὶ μεῖζον ἔτι προσεξειργάσασθε· πονηρία γὰρ τυχοῦσα ἀμνηστίας ἐπιδίδωσι. τὸ κάλλιστον καὶ τιμιώτατον ἔκπωμα τοῦ δεσπότου, ἐν ᾧ προπόσεις προὔπινεν ὑμῖν, κεκλόφατε οἱ λίαν εὐχάριστοι, οἱ λίαν εἰρηνικοί, οἱ μηδ’ ὄνομα κατασκοπῆς εἰδότες, οἱ διττὸν ἀργύριον εἰς ἀπόδοσιν τοῦ προτέρου κεκομικότες, ἐνέδραν ὡς ἔοικε καὶ δέλεαρ ἐπὶ θήραν καὶ ἁρπαγὴν πλειόνων. ἀλλ’ οὐκ εἰς ἅπαν εὐοδεῖ κακία, λανθάνειν δ’ ἀεὶ τεχνάζουσα καταφωρᾶται.“ ταῦτα συνείροντος, ἀχανεῖς ἐπάγησαν, λύπης καὶ φόβου, τῶν ἀργαλεωτάτων κακῶν, ἐξαίφνης ἐπιπεσόντων, ὡς μηδὲ διᾶραι τὸ στόμα δύνασθαι· τῶν γὰρ ἀπροσδοκήτων κακῶν αἱ προσβολαὶ καὶ τοῖς δεινοῖς περὶ λόγους ἀφωνίαν ἐμποιοῦσι. παρειμένοι δ’ ὅμως ὑπὲρ τοῦ μὴ δοκεῖν ἁλισκόμενοι τῷ 1 καὶ om. V 2 γνησίας AKP φιλίας mg. K, φιλανθρωπίας in textu Ε ἀνθρώποις om. AOP μεταλαβεῖν F 4 ἐπὶ om. HP(v) post ἐπὶ add. τῶν V 5 κατασκόποις Κ (fort. recte), ἐπισκόπων H1P δὲ om. FGHP 6 δὲ om. Α ἐπιλείποι F 7 τὰ ἐπιτήδεια CVAO ἐπιδεεῖς V 9 ἀποδημήσωμεν F, ἐπιδημήσομεν ΑV2 11 προσταχθὲν CBEKM 12 ὀλίγων AOF μένειν] μέλεσιν G 13 βοη(??)δρόμει (sic) F πλήρεις F ἐπεσφράγισθε CV1BEKM: ἐπισφραγίσασθε H1P, ἐπεσφραγίσασθε ceteri 14 καθ’ αὑτῶν προτέρας transp. Α 16 προεξειργάσασθε V, προσεξεργάσεσθε ΒΕΜ 18 προπόσεις] πρὸ πότου F προὔτεινεν M ὑμεῖς V2, ἡμῖν Α 19 μηδὲ CV 21 θήρᾳ καὶ ἁρπαγῇ coni. Wcndl. πλειόνων om. F εἰσάπαν AGP εὐοδεῖ εἰ CVBEM, εὐοδοῖ Κ: εὐοδοῦται ceteri (v) 22 δὲ CV, δ’ om. A αἰεὶ AO καταφορᾶται Α 23 ἐπεπήγεισαν AO 21 τὸ om. V 25 αἱ προσβολαὶ κακῶν transp. Α καὶ—λόγους om. V 26 ποιοῦσι H δὲ CK συνειδότι καθησυχάζειν "πῶς" ἔφασαν "ἀπολογησόμεθα καὶ πρὸς τίνα; σὺ γὰρ μέλλεις ἔσεσθαι καὶ δικαστὴς ὁ κατήγορος, ὃς ὤφειλες καὶ ἑτέρων αἰτιωμένων ἡμῖν συναγορεύειν ἐξ ὧν ἐπειράθης· ἢ τὸ μὲν ἀργύριον τὸ εὑρεθὲν ἐν τοῖς ἀγγείοις πρότερον οὐδενὸς ἐλέγχοντος ἐκομίσαμεν ἀποδώσοντες, τοσαύτῃ δ’ ἐχρησάμεθα τῶν τρόπων μεταβολῇ, ὡς τὸν ξενοδόχον ἀμείψασθαι ζημίαις καὶ κλοπαῖς; ἀλλ’ οὔτε γέγονε τοῦτο μήτ’ εἰς νοῦν ἔλθοι ποτὲ τὸν ἡμέτερον.