βέλτιον ἡσυχάζειν, μὴ καὶ αὐτὸς παραπολαύσω τινὸς ἀπευκτοῦ· τραχύτατοι γάρ ἐστε εἰς ὀργὴν καὶ ἀπαραίτητοι καὶ πνεῖ λαμπρὸς ἔτι ὁ ἐν ἑκάστῳ θυμός.“ ὡς δ’ ἤκουσεν ὁ πατὴρ οὐ τἀληθές, ὅτι πέπραται ὁ υἱὸς αὐτοῦ, τὸ δὲ ψεῦδος, ὅτι τέθνηκε καὶ ὡς ὑπὸ θηρίων ἐξανάλωται, πληχθεὶς τὰ μὲν ὦτα διὰ τῶν λεγομένων, τοὺς δ’ ὀφθαλμοὺς διὰ τοῦ φανέντος — ὁ γὰρ χιτὼν αὐτοῦ κατεσχισμένος καὶ κατῃκισμένος καὶ πολλῷ αἵματι πεφοινιγμένος 2 δὲ. VO πέπρακται (sic) Κ, πέπρα(??)ται E 2. 3 καλὴν εἷπεν ἐμπορίαν transp. VO 3 ἐστείλασθε εἶπε transp. M διανειμώμεθα codd.: διανεμώμεθα V 4 ἁμιλλησόμενοι coni. Mang. στεφανηφοροῦμεν KHP προσυποβάλλοντες M, προσεπιβάλλοντες VO 5 ὠμότητι] ἀμουσότητα F σεμνυνόμεθα CH2 κατ’ AVO τῶν ἀλλοτρίων P 6 μέγας Η καὶ add. ante περιβόητος Κ 7. 8 πανταχοῦ τῆς οἰκουμένης ante οἱ πατέρες ἡμῶν transp. Α 8 ἀπέλειπον HP ἀπολείψωμεν VOK καὶ pr. om. F μισανθρωπίας καὶ ἀπιστίας transp. Α 9 ἀθεραπεύτου HP φῆμαι] μνῆμαι HP 10 πανταχοῦ χόσε HP, πανταχοῦ Κ 11 τίν’ Α περὶ om. Α 12. 13 τὸ καθ’ ὑμᾶς coni. Mang. 13 παράσχησθε Κ, παρεσχῆσθαι BEMV1, παρέσχεσθε Α (Mang.) παρέσχετε V2O 14 οἰκτιεῖ τις Α 16 οὐδ’ ἑτέρου FHP #x003E; ἅπασιν conicio 18 ταχύτατοι FP ἐστε addidi εἰς ὀργὴν BKM: εἰς om. ceteri 19 καὶ πνεῖ] καπνεῖ Ε λαμπρῶς BEFH2; λάβρως coni. Mang. 20 δὲ C post πατὴρ add. αὐτοῦ VOK2 21 ἐξανήλωται CK 22 τῶν φανέντων A 23 αὐτοῦ codd.: αὐτῷ Mang. κατῃκισμένος καὶ κατεσχισμένος transp. ΒΕΚM, καὶ κατῃκισμένος om. C Philonis opera vol. IV 5 ἐκεκόμιστο —, συγχυθεὶς ὑπὸ τῆς περιπαθήσεως ἀχανὴς ἐπὶ πλεῖστον χρόνον ἔκειτο, μηδ’ ὅσον τὴν κεφαλὴν ἐπᾶραι δυνάμενος, θλιβούσης καὶ ἐκτραχηλιζούσης τῆς συμφορᾶς. εἶθ’ ὥσπερ τινὰ πηγὴν δακρύων ἐξαίφνης ἀνιεὶς μετ’ οἰμωγῆς πικρᾶς παρειὰς καὶ γένεια καὶ στέρνα κατένιπτε καὶ τὰς περὶ αὑτὸν ἐσθῆτας ἅμα τοιαῦτ’ ἐπιλέγων· „οὐχ ὁ θάνατός με λυπεῖ, τέκνον, ἀλλ’ ὁ τούτου τρόπος· εἰ ἐπὶ γῆς ἐτάφης τῆς σῆς, παρηγορούμην, ἐθεράπευσα, ἐνοσήλευσα πρότερον, ἀποθνῄσκοντι τελευταίων ἀσπασμῶν ἐκοινώνησα, τοὺς ὀφθαλμοὺς συνέκλεισα, ἐπεδάκρυσα κειμένῳ τῷ νεκρῷ, πολυτελῶς ἐκήδευσα, τῶν νομιζομένων οὐδὲν παρέλιπον. ἀλλ’ εἰ καὶ ἐπὶ τῆς ξένης, εἶπον ἄν· τὸ οἰκεῖον ὄφλημα τῆς φύσεως ἀπολαβούσης, ὦ οὗτος, μὴ κατήφει· πρὸς ζῶντας αἱ πατρίδες, ἀποθανόντων δὲ πᾶσα γῆ τάφος· ὠκύμορος οὐδεὶς ἢ πάντες ἄνθρωποι, καὶ γὰρ ὁ μακροβιώτατος ὀλιγοχρόνιος ἀντεξεταζόμενος αἰῶνι. εἰ δὲ δὴ καὶ βιαίως καὶ ἐξ ἐπιβουλῆς ἔδει θνῄσκειν, ἦν ἄν μοι κουφότερον κακόν, ὑπ’ ἀνθρώπων ἀναιρεθέντος, οἳ κτείναντες νεκρὸν ἂν ἠλέησαν, ὡς ἐπαμήσασθαι κόνιν καὶ τὸ σῶμα συγκρύψαι· εἰ δὲ καὶ πάντων ἐγεγένηντο ὠμότατοι, τί πλέον εἶχον ἢ ῥίψαντες ἄταφον ἀπαλλάττεσθαι; τῶν δ’ ἐν ὁδῷ παριόντων ἴσως τις ἐπιστὰς καὶ θεασάμενος, οἶκτον τῆς κοινῆς λαβὼν φύσεως, ἐπιμελείας καὶ ταφῆς ἠξίωσε. νυνὶ δ’, ὡς λόγος, ἀτιθάσοις καὶ σαρκοβόροις θηρσὶν εὐωχία καὶ θοίνη γέγονας γευσαμένοις καὶ ἑστιαθεῖσι τῶν ἐμῶν σπλάγχνων.