ἀποχεῖ τὴν τῶν δακρύων φοράν. εἶτ’ ἀπονιψάμενος λογισμῷ τῆς ἀνίας ἐπεκράτησε καὶ προσελθὼν εἱστία τοὺς ξένους ἀποδοὺς πρότερον καὶ τὸν ἀντὶ τοῦ νεωτάτου κατασχεθέντα εἰς ὁμηρείαν· συνειστιῶντο δὲ καὶ ἄλλοι τῶν παρ’ Αἰγυπτίοις δοκίμων. αἱ δ’ ὑποδοχαὶ κατὰ τὰ πάτρια ἑκάστοις ἐγίνοντο, χαλεπὸν ἡγουμένου παλαιοὺς νόμους παριδεῖν, καὶ ταῦτα ἐν εὐωχίᾳ τινί, ἔνθα τῶν ἀηδιῶν αἱ ἡδοναὶ πλείους. ἑξῆς δὲ προστάξαντος κατὰ τὰς ἡλικίας καθέζεσθαι, μήπω τῶν ἀνθρώπων ἐν ταῖς συμποτικαῖς συνουσίαις κατακλίσει χρωμένων, ἐθαύμαζον, εἰ Αἰγύπτιοι ζηλωταὶ τῶν αὐτῶν Ἑβραίοις εἰσὶ τάξεώς τε πεφροντικότες καὶ τὰς πρεσβυτέρων καὶ νεωτέρων τιμὰς διακρίνειν ἐπιστάμενοι. τάχα μέντοι καὶ τὸν ἄλλον χρόνον, ἔφασκον, τῆς χώρας ἀμαθέστερον τὰ περὶ δίαιταν ἀγούσης, ὁ ἀνὴρ οὗτος τοῖς κοινοῖς ἐπιστὰς οὐ μόνον τοῖς μεγάλοις πράγμασιν ἥρμοσεν εὐταξίαν, δι’ ὧν τὰ εἰρήνης καὶ πολέμου κατορθοῦσθαι πέφυκεν, ἀλλὰ καὶ τοῖς εὐτελεστέροις εἶναι δοκοῦσιν, ὧν τὰ πλεῖστα ἐν παιδιαῖς· ἱλαρότητα γὰρ ἐπιζητοῦσιν εὐωχίαι σεμνὸν ἄγαν καὶ αὐστηρὸν συμπότην ἥκιστα παραδεχόμεναι. τοιούτους ἐπαίνους ἠρέμα συνειρόντων, τράπεζαι μὲν οὐ σφόδρα πολυτελεῖς 1 αὑτῶν BVAH2: αὐτῶν ceteri 1. 2 ζῆ καὶ C: om. ceteri 2 ὑγιαίνοι H θεοφιλέστατε Turn., θεοφιλέστατα Cotelier Monum. Eccl. II 568) 3 ἀλλὰ (om. ἤδη) BEKMV 4 καταφανῆ A ἀποστρέφεται coni. Mang. coll. 98,14. 15 5 προφάσει CVBEKM(v) 6 καιρὸς om. Η τινι om. Α 8 ἑστιᾷ CVBEKM 9 ἀντὶ τοῦ νεωτάτου om. AO κατασχὼν F 10 δοκίμων] γνωρίμων Α 11 ἡγούμενοι F, ἡγημένου Μ post ἡγουμένου add. παρασαλεύειν H2(v) παριδεῖν Α mg. P2: om. ceteri 12 ταῦτ’ AO τινί corr. in λύειν V2, τινί om. K, λύειν ss. Κ2; κοινῇ coni. Mang. ἔνθα] ἐν αἷς F2 ἀηδιῶν scripsi: ἀνδρῶν GP1, ἀηδῶν ceteri ἐς ἧς F 13 προστάξοντος G 14 συμποτικῶν Α εἰ] οἱ GHP, εἰ οἱ AO (Mang.) 15 post Αἰγύπτιοι add. ὅπως Η ζηλωταὶ om. Α τάξεων AOFGHP τε CK: om. ceteri πεφορτικότες M 17 τῆς χώρας om. ΗΡ1 18 ἐχούσης K, ἐχούσης AO ἀγούσης post ἀμαθέστερον (17) transp. CV (Mang.) κοινῆς M 20 κατορθοῦν V1 καὶ V: καὶ ἐν CV1, κἀν ccteri (v) 21 πεδιαῖς M, παιδιαῖς H, παιδίοις ΑOFGP ἱλαρώτατον AO 22 ἄγαν om. AO συμπότην] δεσπότην K 23 εἰ καὶ κομίζονται F εἰσκομίζονται, διὰ τὸν λιμὸν οὐκ ἀξιώσαντος τοῦ ξενοδόχου ταῖς ἑτέρων ἀτυχίαις ἐντρυφᾶν· αὐτοὶ δ’ ἅτε σύνεσιν ἀκριβεῖς καὶ τοῦτ’ εἰς τὰ ἐγκώμια παρελάμβανον, ὡς ἀπειροκαλίαν, πρᾶγμα ἐπίφθονον, ἀπέστραπται, λέγοντες· ὡς καὶ τὸ τοῦ συναλγοῦντος τοῖς δεομένοις καὶ τὸ τοῦ ἑστιάτορος σχῆμα διασῴζει μεθόριον ἀμφοῖν τιθεὶς αὑτὸν καὶ τὴν ἐν ἑκατέρῳ μέμψιν ἐκφεύγων.