Εἶτ’ ὀλίγαις ὕστερον ἡμέραις ἀφικομένους ἰδὼν ὁ τῆς χώρας ἐπίτροπος ἥσθη πάνυ καὶ κελεύει τῷ τῆς οἰκίας ἐπιμελουμένῳ πολυτελὲς ἄριστον εὐτρεπίζειν καὶ τοὺς ἄνδρας εἰσάγειν ἁλῶν καὶ τραπέζης μεθέξοντας. εἰσαχθέντες δὲ καὶ ἐφ’ ὅτῳ μὴ συναισθόμενοι διεπτόηντο καὶ συγχυθέντες ἐτόπαζον ἐπὶ κλοπῇ μέλλειν συκοφαντεῖσθαι ὡς ὑφελόμενοι τὴν τοῦ σίτου τιμήν, ἣν πρότερον ἐν τοῖς ἀγγείοις ἀνεῦρον· εἶτα τῷ τῆς οἰκίας ἐπιμελητῇ προσελθόντες ἀπελογοῦντο περὶ οὗ μηδεὶς ἐτόλμα κατηγορεῖν τὸ συνειδὸς ἰώμενοι καὶ ἅμα προφέροντες ἐπεδείκνυον τὸ ἀργύριον εἰς ἀπόδοσιν. ὁ δὲ χρηστοῖς καὶ φιλανθρώποις λόγοις εὐθυμοτέρους αὐτοὺς ἐποίει φάσκων· „οὐδεὶς ἀσεβής ἐστιν οὕτως, ὡς τὰς τοῦ θεοῦ χάριτας συκοφαντεῖν, ὃς ἵλεως εἴη· θησαυροὺς γὰρ ἐν τοῖς ὑμετέροις ὤμβρησεν ἀγγείοις οὐ μόνον τροφὰς ἀλλὰ καὶ πλοῦτον ἐξ ἑτοίμου διδούς.“ οἱ δὲ παρηγορηθέντες ἐν τάξει διετίθεσαν ἃ οἴκοθεν ἐπηνέγκαντο δῶρα καὶ παραγενομένῳ τῷ δεσπότῃ τῆς οἰκίας προσέφερον· πυνθανομένῳ δέ, πῶς ἔχοιεν καὶ εἰ ὁ πατὴρ ζῇ, περὶ οὗ πρόσθεν 1 ἀφ’ BMG γνωρίζεσθε MFG 2 καταθέντας—λαβόντες (4) om. Κ1, suppl. 2 3 μὲν οὖν VK2 ὅσα OGP, ὅσον V1 4 φέρει γῆ transp. AO, φέρει om. VK2 5 τ’ A πρότερον om. G ὃ om. CH(v) post ἴσως ss. γὰρ H2(v) 7 σωτῆρα] πρα (i. e. πατέρα) AOP2 8 ἐπανέρχεσθε M, 9 υἱοῖς BEMFHP1, υἱούς om. Κ1, ss. Κ2 9. 10 καταἐπάγεσθε 10 ΗΡ1 νῦν ΒΕΚM νεώτερον G 12 ἡμέραις om. G 13 ἐπιμελουμένῳ CBKMF: ἐπιμελοπολυτελὲς οὐ σφόδρα coni. Mang. coll. 104,23 14 εἰσάγει OH οἷό 16 κλοπὴν V 17 ἐν om. V 19 ἰώμενοι C ἐπιφέροντες AO ἐπεδείκνυντο Ο, καὶ ἐπιδεικνύντες CV, ἐδείκνυον FHP(v) 20 τοῖς λόγοις V 21 οὕτως om. Κ 22 ἵλεως ὑμῖν εἴη conicio (cf. Gen. 43,22) γὰρ om. BEM 23 ἡμετέροις KOP ὤμβρισεν C 26 ἔχοιε M ἔλεγον, ἀποκρίνονται περὶ μὲν αὑτῶν οὐδέν, περὶ δὲ τοῦ πατρὸς ὅτι ζῇ καὶ ὑγιαίνει. κατευξάμενος δ’ ἐκείνῳ καὶ θεοφιλέστατον προσειπών, τὸν ὁμομήτριον περιβλεψάμενος ἀδελφὸν ὡς εἶδεν, οὐ κατασχὼν ἀλλ’ ἤδη νικώμενος ὑπὸ τοῦ πάθους, πρὶν γενέσθαι καταφανής, ἐπιστρέφεται καὶ δραμὼν πρόφασιν ἐπί τι τῶν κατεπειγόντων—ἐκλαλῆσαι γὰρ τἀληθὲς καιρὸς οὐκ ἦν—ἐν μυχῷ τινι τῆς οἰκίας ἀνακλαυσάμενος