<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" xml:lang="grc"><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="191"><p>ὡς ἔστιν ἄμεινον ἕνα προέσθαι τῷ <lb n="15"/>
τοῦ μέλλοντος ἀδήλῳ καὶ ἀμφιβόλῳ πρὸ τῆς ὁμολογουμένης τῶν τοσούτων
ἀπωλείας, ἣν ὑπομενεῖ πᾶς οἶκος ἐνδείᾳ πιεσθείς, ἀνιάτῳ νόσῳ, φησὶν
 αὐτοῖς·</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="192"><p>"ἀλλ’ εἰ τῆς ἐμῆς βουλήσεως ἐπικρατέστερα τὰ τῆς ἀνάγκης ἐστίν,
εἰκτέον· ἴσως γὰρ ἴσως ἡ φύσις οἰκονομεῖ τι βέλτιον, ὃ μήπω ταῖς διανοίαις
 ἡμῶν παραφαίνειν ἀξιοῖ.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="193"><p>λαβόντες οὖν καὶ τὸν νεώτατον, ὡς προῄρησθε, <lb n="20"/>
ἄπιτε, μὴ μέντοι τὸν αὐτὸν ὃν καὶ πρόσθεν τρόπον· πάλαι μὲν γὰρ ἀργυρίου
μόνον ἔδει πρὸς σιτωνίαν ἀγνοουμένοις ἀνθρώποις καὶ μηδέν πω πεπονθόσιν
ἀνήκεστον, νυνὶ δὲ καὶ δώρων, τριῶν ἕνεκα, τῆς τε <milestone unit="altpage1" n="p. 69 M."/>  πρὸς τὸν ἡγεμόνα
<note xml:lang="mul" type="footnote"><lb/>1 post ἐγχειρισθησόμενον add. μοι HP
<lb/>3 τὸ] τοῦ AOFGHP 3.
<lb/>4 τὸν ἐν δεσμοῖς ἀδελφὸν AO
<lb/>4 δυνησόμενον G δὲ V
<lb/>5 ἀγνοεῖν] ἀποκνεῖν conicio, ἀμφιγνοεῖν coni. Mang. δυοῖν MAOKFP ὄντοιν Κ; ὄντοιν ὁμομητρίοιν Α
<lb/>6 καὶ μόνος om. F εὐλαβηθήσεται VK2
<lb/>7 φοβερῶν] φερομένων F
<lb/>8 εὐτολμώτατον VHP
<lb/>9 ἀρχικὸν] ἀνδρικὸν AO δυνατώτατον Κ 9.
<lb/>10 ἀπό τοῦ πρώτου καθ’ ἡλικίαν transp. Κ
<lb/>10 ἔπεισαν Κ: εἴτε κἀν BE, εἴτε κἄν V1MFGHP1, ἤτηκαν V2 ἤνεγκαν AOP2, ἔλεγον C(v) 
<lb/>12 πρότερον VOHP(v) ἐπιλελοίπει CF: ἀπολελοίπει AO, ὑπολελοίπει ceteri 
<lb/>13 ὠνησομένους Κ: ἡνωμένους ceteri ἀπιέναι CV2F2: ἀπεῖναι ceteri
<lb/>14 ἀπειρηκέναι Α
<lb/>15 δ’ C; δὴ coni. Mang.
<lb/>17 πιεσθεὶς ἀνιάτω νόσω BEKM: ἀνιάτῳ νόσῳ om. CV, πιεσθεὶς ἀνειπὼν ὅσον ceteri: ἀνιάτῳ νόσῳ πιεσθείς Mang. 
<lb/>18 βουλῆς AHP
<lb/>19 ἰεικτέον (sic) C θεία ante φύσις add. V2 οἰκοδομεῖ CFGHP ταῖς ἡμετέραις διανοίαις (om. ἡμῶν) CV
<lb/>20 παρεμφαίνειν BEM, παραμίνειν (sic) F
<lb/>21 καὶ om. M πρόσθε CBEGP
<lb/>22 σιτωνείαν HP μηδέπω K, μηδὲν (om. πω) AO
<lb/>23 νῦν VAO</note> <note xml:lang="lat" type="footnote"><lb/>11 sqq. (Gen. cap. 43</note>  

<pb n="v.4.p.103"/>
καὶ σιτάρχην ἀρεσκείας, ὑφ’ οὗ γνωρίζεσθαί φατε, καὶ τοῦ τὸν ἐν
δεσμοῖς ἀπολαβεῖν θᾶττον πολλὰ καταθέντας αὐτοῦ λύτρα καὶ τοῦ τὴν
ὑπόνοιαν τῆς κατασκοπῆς ὡς ἔνι μάλιστα ἰάσασθαι.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="194"><p>πάντων οὖν ὅσων ἡ ἡμετέρα γῆ φέρει λαβόντες ὥσπερ τινὰς ἀπαρχὰς κομίζετε τῷ
<lb n="5"/> ἀνθρώπῳ καὶ δισσὸν ἀργύριον, τό τε ἀποδοθὲν πρότερον, ὃ ἴσως ἀγνοίᾳ
τινὸς ἀπεδόθη, καὶ ἕτερον αὔταρκες εἰς σιτωνίαν.</p></div><div type="textpart" xml:base="urn:cts:greekLit:tlg0018.tlg021.1st1K-grc1" subtype="section" n="195"><p>ἐπιφέρεσθε μέντοι καὶ τὰς ἡμετέρας εὐχάς, ἃς πρὸς τὸν σωτῆρα ποιούμεθα θεόν, ἵνα καὶ
εὐάρεστοι τοῖς ἐγχωρίοις ξενιτεύοντες ἦτε καὶ ἐπανέρχησθε σῷοι τὰς
ἀναγκαίας παρακαταθήκας, υἱούς, ἀποδιδόντες πατρί, τόν τε καταλειφθέντα
<lb n="10"/> πρότερον ἐν δεσμοῖς καὶ ὃν συνεπάγεσθε νυνὶ νεώτατον καὶ
πραγμάτων ἄπειρον.“ ἄραντες δὲ συνέτεινον εἰς Αἴγυπτον.</p></div></div></body></text></TEI>