τὸ μὲν οὖν ἐπίταγμα πάντων ἀνιαρότατον, ὁ δὲ καιρὸς αὐτὸ προστάττει μᾶλλον τοῦ κελεύοντος, ᾧ πειστέον ἐξ ἀνάγκης διὰ τἀπιτήδεια, μόνης Αἰγύπτου χορηγούσης αὐτὰ τοῖς λιμῷ πιεσθεῖσιν.“ ὁ δὲ βαρύτατον ἀναστενάξας „τίνα πρῶτον“ εἶπεν "ὀλοφύρωμαι; τὸν παρέσχατον, ὃς οὐ τελευταῖος ἀλλὰ πρῶτος ἔλαχε τὴν τῶν συμφορῶν τάξιν; ἢ τὸν δεύτερον, ὃς τὰ δευτερεῖα τῶν κακῶν ἤρατο, πρὸ θανάτου δεσμά; ἢ τὸν νεώτατον, ὃς ἀπευκταιοτάτην ὁδὸν ἀφίξεται, ἐὰν ἄρα ἀπίῃ, ταῖς τῶν ἀδελφῶν κακοπραγίαις οὐ σωφρονισθείς; ἐγὼ δὲ κατὰ μέλη καὶ μέρη διαρτώμενος — μέρη γὰρ τέκνα γονέων — εἰς ἀπαιδίαν κινδυνεύω περιελθεῖν ὁ πολύπαις καὶ εὔπαις ἄχρι πρὸ μικροῦ νομισθείς.“ ὁ δὲ πρεσβύτατος „εἰς ὁμηρείαν“ ἔφη "σοὶ δύο υἱοὺς δίδωμι, οὓς καὶ μόνους ἐγέννησα· 1 μηνύματος καὶ add. ante διηγήματος F ἡμῶν AO 2 σιτωνίᾳ AO, σιτωνεία P τὸν] τῶν V, om. F ὡς om. ΑΗ 3 ἀπαλλάξαι] ἀπελάσαι coni. Mang. σου] σε V μείζονα om. V φόβων V δὲ CVA 5 ἀπολογούμενοι et διεξιόντες (6) scribendum videtur δ’ BEM, δὲ καὶ AOG, καὶ F 6 ὁ om. AOFGHP καὶ om. AOFGHP 7 pr. τοῦ om. AO alt. τοῦ om. AO σοὶ] σοῦ BEM 8 ἔτι νέον ὄντα om. V οἴκοι scripsi: οἴκαδε codd. μεῖναι AO πάντ’ AP 9 ἀπανίσχοντες F γυμνοῦντες BEK1M εὐγενείας V 10 ἂν om. AO ὁμολογίας] ἀπολογίας conicio 11 ὡς αὐτὴν O, ἕως αὐτοῦ Α 12 κατασχηκέναι BE; κατέσχηκε coni. Wendl. ῥύσειον C 13 ἀνιαρότατον VF: ἀνιαρώτατον CGP, ἀνιαρώτερον AO, ἀνιαρότερον ceteri 14 πιστέον FH1P τὰ ἐπιτήδεια CVAO τῆς αἰγύπτου AP2 15 βαρύτατα AO, βαρύτερον Η 16 πρότερον AO εἶπε post ὀλοφύρωμαι transp. VG (ss. Κ2), om. 1 ὀλοφύρωμαι EVFG: ὀλοφύρομαι ceteri (v) 17 πρῶτον F συμφορῶν] συμφερόντων CBEM δευτερεῖα] βαρύτερα coni. Mang. 18 ἤρξατο F 19 ἀφίξεται om. F ἄρ’ Α 20 συμφορηθείς V2K2 μέρη καὶ μέλη CVFG διαιτώμενος F 23 εἰς ὁμηρείαν] ἰσομοιρίαν FGHP δίδωμι οὑς om. FGHP τούτους ἀπόκτεινον, ἐὰν μὴ σῷον ἀποδῶ τὸν ἐγχειρισθησόμενον ἀδελφόν, ὃς ἀφικόμενος εἰς Αἴγυπτον δύο περιποιήσει τὰ μέγιστα ἡμῖν, ἓν μὲν πίστιν σαφῆ τοῦ μὴ κατασκόπους μηδὲ πολεμίους εἶναι, ἕτερον δὲ τὸ τὸν ἀδελφὸν τὸν ἐν δεσμοῖς ἀπολαβεῖν δυνηθῆναι.“ σφόδρα δ’ ἀχθομένου τοῦ πατρὸς καὶ λέγοντος ἀγνοεῖν, ὅτι δυεῖν ὄντων ὁμομητρίων ὁ μὲν ἤδη τέθνηκεν, ὁ δ’ ἔρημος καὶ μόνος ἀπολειφθεὶς εὐλαβήσεται τὴν ὁδὸν καὶ ζῶν προαποθανεῖται τῷ δέει κατὰ τὴν φοβερῶν ἐκείνων ὑπόμνησιν, ἃ συνέβη τὸν πρότερον παθεῖν, ταῦτα λέγοντος, τὸν εὐτολμότατον καὶ ἀρχικὸν φύσει καὶ δυνατὸν εἰπεῖν — ἦν δὲ καθ’ ἡλικίαν ἀπὸ τοῦ πρώτου τέταρτος — προστησάμενοι διερμηνεύειν ἔπεισαν τὰ δοκοῦντα πᾶσιν. ἐδόκει δὲ τῶν μὲν ἀναγκαίων ὑστεριζόντων — ὁ γὰρ κομισθεὶς πρότερος σῖτος ἐπιλελοίπει —, κρατοῦντος δὲ τοῦ λιμοῦ καὶ πιέζοντος, ὠνησομένους ἀπιέναι, μὴ βαδιεῖσθαι δὲ τοῦ νεωτάτου καταμένοντος· τὸν γὰρ τῆς χώρας ἐπίτροπον ἀπηγορευκέναι δίχα τούτου παραγενέσθαι. λογισάμενος δὲ ἅτε σοφὸς ἀνήρ,